Ancient Greek
49.6
Serenus, De Sectione Cylindri 49.6
Unproofread scanNot analysed yet
εἰ γὰρ δυνατόν, πιπτέτω ἢ ἐπὶ τῆς ἐπιφανείας ἢ ἔκτος αὐτῆς. καὶ ἐπεὶ τὰ Γ, Δ σημεῖα οὐκ ἐστὶν ἐπὶ τῆς αὐτῆς πλευρᾶς τοῦ κυλίνδρου, ἡχθῶ διὰ μὲν τοῦ Γ ἡ ΕΓΖ πλευρά, διὰ δὲ τοῦ Δ ἡ ΗΔΘ, καὶ ἐπεξευχθῶσαν αἱ ΕΗ, ΖΘ εὐθεῖαι· ἐντὸς ἄρα πίπτουσι τῶν κύκλων αἱ ΕΗ, ΖΘ. εἰλήφθω τι σημεῖον ἐπὶ τῆς ΓΔ τὸ Κ· τὸ δὴ Κ ἤτοι ἐπὶ τῆς ἐπιφανείας ἐστὶ τοῦ κυλίνδρου ἢ ἔκτος. ἔστω πρότερον ἐπὶ τῆς ἐπιφανείας, καὶ διὰ τοῦ Κ ἡχθῶ πλευρὰ τοῦ κυλίνδρου ἢ ΑΚΜ εὐθεῖα πίπτουσα ἐπὶ τὰς ΕΗ, ΖΘ περιφερείας ἐκβαλλομένη. οὐδετέραν, ἄρα τεμεῖ τῶν ΕΗ, ΖΘ εὐθειῶν·