Ancient Greek
51.3 to 51.4
Serenus, De Sectione Cylindri 51.3-4
Unproofread scanNot analysed yet
ἀλλὰ δὴ ἔστω ἔκτος, καὶ ληφθέντος σημείου τινὸς ἐπὶ τῆς EH περιφερείας τοῦ A ἐπεξεύχθω ἡ KA. ἐκβληθεῖσα δὴ ἐφ’ ἑκάτερα ἡ KA οὐδετέραν τέμνει τῶν EH, ZΘ εὐθειῶν· ὥστε οὐκ ἔσται ἡ KA ἐν τῷ ZEHΘ ἐπιπέδῳ· καὶ τὰ λοιπὰ δῆλα. θ’. Ἐὰν κύλινδρος ἐπιπέδῳ τμηθῇ μήτε παρὰ τὰς βάσεις μήτε ὕπεναντίως μήτε διὰ τοῦ ἄξονος μήτε παραλλήλῳ τῷ διὰ τοῦ ἄξονος ἐπιπέδῳ, ἡ τομὴ οὐκ ἔσται κύκλος οὐδὲ εὐθύγραμμον.