Ancient Greek
51.6
Serenus, De Sectione Cylindri 51.6
Unproofread scanNot analysed yet
ἔστω κύλινδρος, οὗ βάσεις οἱ A, B κύκλοι, καὶ τεμησθῶ ἐπιπέδῳ μήτε παρὰ τὰς βάσεις μήτε ὕπεναντίως μήτε διὰ τοῦ ἄξονος μήτε παραλλήλως τῷ ἄξονι. τὸ δὴ τέμνον ἐπίπεδον ἤτοι καὶ τὰς βάσεις τέμνει ἀμφοτέρας ἢ τὴν ἑτέραν ἢ οὐδετέραν. πρῶτον δὴ μηδετέραν τεμνέτω καὶ ποιείτω γραμμὴν ἐν τῇ ἐπιφανείᾳ τοῦ κυλίνδρου τὴν ΓΕΔ. λέγω, ὅτι ἡ ΓΕΔ τομὴ οὔτε κύκλος ἐστὶν οὔτε εὐθύγραμμον.