Ancient Greek
53.1
Serenus, De Sectione Cylindri 53.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΤΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. ὅτι μὲν οὐκ ἔστιν εὐθύγραμμον, δῆλον. εἰ γὰρ δυνατόν, ἔστω εὐθύγραμμον, καὶ εἰλήφθω πλευρά τις αὐτοῦ ἡ ΓΕ. ἐπεὶ οὖν ἐπὶ τῆς ἐπιφανείας τοῦ κυλίνδρου δύο σημεῖα εἰλήφται τὰ Γ, Ε μὴ ὄντα ἐπὶ τῆς αὐτῆς πλευρᾶς τοῦ κυλίνδρου· ἡ γὰρ πλευρὰ κατὰ δύο σημεῖα οὐ τέμνει τὴν τοιαύτην γραμμήν· ἡ ἄρα τὰ Γ, Ε σημεῖα ἐπιζευγνύνουσα εὐθεῖα ἐπὶ τῆς ἐπιφανείας ἐστὶ τοῦ κυλίνδρου· ὅπερ ἀδύνατον ἐδείχθη. οὐκ ἄρα εὐθεῖά ἐστιν ἡ ΓΕ γραμμή· τὸ ἄρα ΓΕΔ σχῆμα οὐκ ἔστιν εὐθύγραμμον.