Ancient Greek · ~3 min
Section 1
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 1
Not analysed yet
Χιόνι μὲν τὴν γῆν ἐλεύκαναν αἱ νεφέλαι, λόγῳ δὲ θείῳ τὰς ἡμετέρας ψυχὰς λευκαίνουσιν αἱ τῶν ἁγίων γραφῶν νιφάδες. Αὗται γὰρ εἰς τὰς ἡμετέρας χωροῦσι ψυχάς, καὶ ὡς ὄμβρος ἐπ’ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον ,αἱ θεῖαι νιφάδες, καὶ ἀρδεύουσιν ἡμᾶς καὶ λευκαίνουσιν. Ἀρδεύουσι μὲν πρὸς τοὺς καρποὺς τῆς εὐσεβείας, λευκαίνουσι δὲ καθαίρουσαι τὸν ῥύπον τῆς ἁμαρτίας· ὁ γὰρ τῷ θείῳ λόγῳ πλυνόμενος χιόνος λευκότερος ἀναδείκνυται κατὰ τὸ τῷ Δαυὶδ εἰρημένον· Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . Λευκαίνεται δὲ ἡμῶν ἡ ψυχὴ τοῖς τε θείοις δόγμασι καὶ τοῖς ἠθικοῖς παραγγέλμασι· δεῖ γὰρ προηγεῖσθαι τὴν πίστιν τὴν φωτίζουσαν ἡμῶν τὴν διάνοιαν, καὶ ἀκολουθεῖν ἔργα τὰ λαμπρύνοντα τὴν ψυχήν. Προηγεῖται δὲ τῶν πάντων ἡ πίστις, ἣν καὶ ὁ σωτὴρ ἐν τοῖς σήμερον ὑπαναγνωσθεῖσιν ἀπεθαύμασε λέγων· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.