Ancient Greek
Section 13
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 13
Not analysed yet
Εἶτα μὲν τὴν ἐπιτίμησιν ἄρχονται λέγειν οἱ μαθηταί· Τίς ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν; Ὅρα πῶς ἠγνόουν ἀκμὴν τὴν ἀξίαν, προσέχοντες τῇ οἰκονομίᾳ. Εἶτα τί ἐπάγει τὸ εὐαγγέλιον; Προσελθόντες φησὶ προσεκύνησαν αὐτῷ τινες οἱ ἐν τῷ πλοίῳ μαθηταὶ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ. Ὅρα τί ὠφέλησεν ἡ θάλασσα. Πρὸ τῆς ταραχῆς ἐπιστάτην ἐκάλουν, μετὰ τὴν ταραχὴν υἱὸν θεοῦ ὡμολόγουν Ἡ ταραχὴ τὴν ἀξίαν ἔδειξεν. Ἀληθῶς θεοῦ υἱὸς εἶ. Ταῦτά μοι πάντα εἴρηται πρὸς τὸ δεῖξαι τὴν διαίρεσιν τῆς πίστεως καὶ ἀπιστίας καὶ ὀλιγοπιστίας καὶ δυσπιστίας. Ὁ δὲ σωτὴρ ἐκθειάζων τὸν ἑκατόνταρχον διὰ τὸ Εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου ,φησὶ πρὸς τοὺς ἀκολουθοῦντας· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ εὗρον τοσαύτην πίστιν.