Ancient Greek
Section 14
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 14
Not analysed yet
Οὐχ εὗρες πίστιν ἐν τῷ Ἰσραήλ; Οὐκ ἠξιώθης ἐπιθεῖναι χεῖρα τῇ πενθερᾷ Πέτρου; Εἰ μὴ ἐπίστευον, πῶς παρεκάλου; Ἀλλ’ οὐκ εἶπεν· Οὐχ εὗρον, ἀλλ’ Οὐχ εὗρον τοσαύτην. Παρεκλήθην ἐπιθεῖναι χεῖρα τῇ πενθερᾷ Πέτρου, ἀλλ’ οὐδεὶς ἔνηψεν ὡς οὗτος· Εἰπὲ λόγῳ καὶ δίωξον τὸν πυρετόν. Ἐκάλεσέ με καὶ ὁ τῆς συναγωγῆς ἄρχων Ἰάειρος καὶ εἶπέ μοι· τὸ θυγάτριόν μου ἀπόλλυται· ἐλθὲ καὶ ἴασαι αὐτήν. Καὶ ἐμοῦ πρὸς αὐτὸν εἰρηκότος· Θάρσει, ἡ θυγάτηρ σου ζῇ ,ἔλεγεν· Κύριε, ἐλθὲ πρὶν ἀποθάνῃ . Καὶ οὐκ ἐγνώρισε τοῦ ῥήματος τὴν ἀξίαν, ἀλλὰ ἀπῄτησε τοῦ σώματος τὴν παρουσίαν. Ἐπίστευσαν πολλοί, ἀλλ’ οὐχ ὡς οὗτος· ἐπίστευσαν, ἀλλ’ οὐ κατ’ αὐτόν. Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.