Ancient Greek · ~5 min
Section 19
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 19
Not analysed yet
Τί οὖν βούλεται λέγειν ὁ Παῦλος· Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός ; Εἰ γάρ, ὡς ἀπέδειξας, ἅπαν τὸ σῶμα ὄργανον γίνεται τῆς ἀληθείας, τῆς τοῦ θεοῦ σοφίας καὶ ἀγαθότητος, διὰ τί τὴν σάρκα διαβάλλει Παῦλος; Σάρκα καλεῖ τὸ σαρκικὸν φρόνημα ,τὸ τῇ σαρκὶ χαρίζεσθαι μόνῃ καὶ τῆς ψυχῆς μὴ ἐπιμελεῖσθαι, τὸ προνοεῖν τῶν παρόντων καὶ ἀμελεῖν τῶν μελλόντων. Ὅταν γάρ τις τῇ τρυφῇ χαρίζηται καὶ περὶ τὴν τοῦ σώματος εὐκοσμίαν καταγίνηται ὅπως θεραπεύσῃ τὸ σῶμα μυρίοις τραύμασι τὴν ψυχὴν ἡλκωμένος, τότε σαρκικός ἐστιν ὡς τῇ σαρκὶ προσκείμενος καὶ τῆς ψυχῆς μὴ ἀντιποιούμενος. Καὶ ἵνα δείξῃ Παῦλος ὅτι τὴν σάρκα σαρκικὸν φρόνημα καλεῖ, λέγει τοῖς πιστοῖς· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι . Ἆρα ἄσαρκοι ἦσαν πρὸς οὓς ἔγραφεν; Οὐκ ἴσασιν οἱ αἱρετικοὶ τὰ τῶν γραφῶν ἰδιώματα, ἀγνοοῦσι τῆς γραφῆς τὴν ἀκολουθίαν. Εἰ ἀλλοτρία τοῦ θεοῦ ἡ σάρξ, διὰ τί ὁ θεὸς εἶπεν· Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα ; Διὰ τί μὴ ἐπὶ πᾶσαν ψυχήν; Διὰ τί μὴ ἐπὶ πάντα νοῦν, ἀλλ’ ἐπὶ πᾶσαν σάρκα ; Εἰ ἀλλοτρία τοῦ θεοῦ ἡ σάρξ, Διὰ τί λέγει Δαυίδ· Πρὸς σὲ πᾶσα σὰρξ ἥξει .