Ancient Greek · ~5 min
Section 20
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 20
Not analysed yet
Ἀλλὰ σάρκα εἴωθεν πολλάκις ἡ γραφὴ καλεῖν τὸν καθόλου ἄνθρωπον, ἀπὸ μέρους ὀνομάζουσα. Πολλάκις δὲ τὸν αὐτὸν καλεῖ καὶ ψυχήν, ἀπὸ μέρους τὸ πᾶν προσαγορεύουσα. Πολλάκις δὲ αὐτὸν καλεῖ καὶ πνοήν, τὸν καθόλου ἄνθρωπον. Ὅταν μὲν οὖν θέλῃ καλεῖν τὸν ἄνθρωπον σάρκα, οὐ τὸ σῶμα μόνον ἀλλὰ καὶ τὴν ψυχὴν ὀνομάζει, ὡς ἔφθημεν εἰπόντες· Πρὸς σὲ πᾶσα σὰρξ ἥξει ,ἀντὶ τοῦ Πᾶς ἄνθρωπος. Οὐ γὰρ σὰρξ καθ’ ἑαυτὴν ἄνευ ψυχῆς ἢ τοῦ νοῦ καταγγέλλεται. Ὅταν θέλῃ πάλιν τὸν πάντα ἄνθρωπον ἀπὸ ψυχῆς γνωρίσαι, λέγει· Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον . Καὶ δηλονότι οὐκ ἀσώματοι ἦσαν ψυχαὶ οἱ κατελθόντες εἰς Αἴγυπτον, ἀλλ’ ὁλοτελεῖς ἄνθρωποι. Ἔστιν ὅτε πάλιν ἡ θεία γραφὴ καλεῖ τὸν ἄνθρωπον πάντα πνοὴν κατὰ τό· Πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. Καὶ οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ ὅτε Ἰοὺ ὁ βασιλεὺς ἀνῄρει τοὺς πολεμίους, λέγει ἡ βίβλος τῶν Βασιλειῶν· Καὶ ἐπάταξεν Ἰοὺ ὁ βασιλεὺς τὸν οἶκον Ἀχαὰβ καὶ οὐχ ὑπελίπετο πνοὴ ἐν τῷ οἴκῳ αὐτοῦ ,ἀντὶ τοῦ Οὐχ ὑπελίπετο ἄνθρωπος. Οὐκοῦν ἄλλως μέμνηται τῆς σαρκός, ὅταν τὴν φύσιν κηρύττῃ καὶ ἄλλως πάλιν μέμνηται, ὅταν τὸ σαρκικὸν ἐλέγχῃ φρόνημα .