Ancient Greek · ~3 min
Section 21
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 21
Not analysed yet
Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός ,οὐ τῆς φαινομένης, ἀλλὰ τοῦ σαρκικοῦ φρονήματος . Καὶ ἵνα μάθῃς ὅτι οὐ τὴν σάρκα ταύτην διαβάλλει, ἀλλὰ τὸ φρόνημα τὸ ἀπαίδευτον, ἄκουε αὐτοῦ ἀπαριθμουμένου τὰ πράγματα· Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, μοιχεία, εἰδωλολατρεία . Δεδόσθω πορνείαν τοῦ σώματος εἶναι καὶ μοιχείαν τοῦ σώματος. Εἰδωλολατρεία σώματος ἔργον ἢ ψυχῆς ἐπιτήδευμα; Φανερά ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, μοιχεία. Ταῦτα μόνα ἐστὶ τῆς σαρκός, ἢ καὶ εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι ; Ταῦτα πάντα σώματος ἀλλότρια, ψυχῆς δὲ ἴδια. Ψυχῆς δὲ λέγω ἴδια, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ἀλλὰ γάρ, ἐάν τις ἀκριβῶς προσέχῃ, εὑρίσκει ἀντιστρεφόμενον τὸν ὅρον τῶν αἱρετικῶν κατ’ αὐτῶν.