Ancient Greek · ~5 min
Section 23
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 23
Not analysed yet
Πῶς φησιν λέγεις τὴν σάρκα ἐγείρεσθαι, τοῦ Παύλου λέγοντος· Σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι ; Σάρξ, τὸ σαρκικὸν φρόνημα, οὐ κληρονομεῖ βασιλείαν ,ἀντὶ τοῦ Ὁ τὰ φαῦλα ἐννοούμενος βασιλείας ἀλλότριος. Διὰ τοῦτο ὁ ἀπόστολος ἐν ἑτέρῳ τόπῳ βουληθεὶς ἑρμηνεῦσαι τί βούλεται τὸ Σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι ,φησὶν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ· Μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε μέθυσοι, οὐ λοίδοροι, βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν . Οὕτω τὴν σάρκα πολλάκις ὅταν λέγῃ Παῦλος, οὐ τὸ φαινόμενον εἶδος διαβάλλει, ἀλλὰ τὸ σαρκικὸν φρόνημα. Πῶς δὲ πονηρὰ ἡ σάρξ, ἡ καταξιωθεῖσα γενέσθαι ναὸς τοῦ θεοῦ λόγου. Διὰ τί δὲ ἀλλότριον ἔργον ἀνέλαβεν ὁ ἀγαθός, εἰ μὴ ἴδιον αὐτοῦ τὸ πλάσμα ἦν; Διὰ τί λαμβάνει τὸ ἀλλότριον; Διὰ τί διορθοῦται τὸ ἀλλότριον; Διὰ τί τυφλοὺς θεραπεύει καὶ οὐκ ἐᾷ χωλεύειν τὴν κακίαν; Ἡ κακία τυφλὴ οὖσα ἀδρανής ἐστι καὶ ἀσθενὴς ἐλέγχεται. Ἔασον αὐτὴν ἀσθενεῖν. Διὰ τί αὐτῆς ἐπιρρωννύεις τὰ ὄργανα. Ἀλλ’ οὐκ ἔστιν ἀλλότριον τὸ δημιούργημα. Ἄκουε αὐτοῦ λέγοντος πρὸς τοὺς Φαρισαίους· Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας, ἄρσεν καὶ θῆλυ ἐποίησεν; Τὸ δὲ ἄρσεν καὶ θῆλυ οὐ ψυχῶν ἐστιν, ἀλλὰ σωμάτων διάπλασις.