Ancient Greek
Section 22
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 22
Not analysed yet
Λέγουσιν τὴν ψυχὴν εἶναι τοῦ θεοῦ, τὴν δὲ σάρκα τοῦ διαβόλου. Εὑρίσκομεν ἀπὸ τῆς γραφῆς τὴν μὲν σάρκα καταξιουμένην πνεύματος ἁγίου ,τὴν δὲ ψυχὴν μὴ δεχομένην τὰ τοῦ πνεύματος . Κατὰ τὴν λέξιν λέγω, οὐχ ὅτι οὐ καταξιοῦται, ἀλλὰ πρὸς τὸν αἱρετικὸν λόγον ἐνίσταμαι. Εἰ ἀλλοτρία ἡ σὰρξ τοῦ θεοῦ, πῶς εἶπεν ὁ θεός· Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα ; Εἰ ἡ ψυχὴ ἴδιον ἔργον τοῦ θεοῦ, διὰ τί ὁ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος ; Ἐδείχθη τοιγαροῦν σαφῶς ὅτι τὰ ἔργα τῆς σαρκὸς οὐ τοῦ σώματος ὄντα, ἀλλὰ τοῦ σαρκικοῦ φρονήματος. τοῦτο γὰρ καὶ ἀλλαχοῦ Παῦλος ἑρμηνεύει λέγων· Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν . Οὐχ ἡ σὰρξ ἔχθρα, ἀλλὰ τὸ φρόνημα τῆς σαρκός. Ἔμαθες τί ἐστι σάρξ; Ἔχε τὸν ὅρον ἀσάλευτον. Καὶ ὅταν εἴπῃ Παῦλος ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι ,νόησον, φησίν, ὅτι τὸ φρόνημα τῆς σαρκὸς βασιλείαν θεοῦ οὐ κληρονομεῖ. Οὐ γὰρ ἡ σὰρξ ἀλλοτρία τῆς κληρονομίας. Οἱ γὰρ τὴν ἀνάστασιν ἀπαγορεύοντες τῇ φωνῇ ταύτῃ κέχρηνται.