Ancient Greek
Section 5
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 5
Not analysed yet
Πιστοὶ μὲν οὖν εἰσὶν ἄκροι καὶ θαυμαστοί, οἷος ὁ ἑκατόνταρχος οὗτος, ᾧ μαρτυρῶν ὁ σωτὴρ ἔλεγεν· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραήλ, τοσαύτην πίστιν εὗρον ,καὶ ἡ Χαναναία ἐκείνη ἡ προσιοῦσα, ἣν θαυμάσας ὁ κύριος ἔφη· Ὦ γύναι, μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις . Οὗτοι μὲν οὖν οἱ ἄκροι πιστοί· ἄπιστοι δὲ οἱ πάντη τῆς εὐσεβείας ἀπεσχοινισμένοι, δύσπιστοι δὲ οἱ ἐν μεθορίῳ κείμενοι καὶ πίστεως καὶ ἀπιστίας, οἱ ποτὲ μὲν συντιθέμενοι τῷ λόγῳ, ποτὲ δὲ ἀνανεύοντες. Τοιαύτην ποτὲ δυσπιστίαν κατηγορεῖ τῶν μαθητῶν τοῦ σωτῆρος, πρὶν ἢ τελειωθῶσι, τὸ εὐαγγέλιον. Ὅτε γὰρ ἀπηγγέλη αὐτοῖς ὅτι κύριος ἀνέστη ἐκ νεκρῶν, οἱ μέν φησιν ἐπίστευσαν, οἱ δὲ ἐδίστασαν. Τὸ δὲ διστάσαι, τὸ ἐν διπλῇ καρδίᾳ στῆναι, τὸ πιστεῦσαι ὁμοῦ καὶ ἀπιστῆσαι, τοῦτο πολλάκις καὶ ἡ τῶν πολλῶν ψυχὴ πάσχει, τὰ περὶ Χριστοῦ ἐννοοῦσα. Ὅταν γὰρ πρὸς αἱρετικοὺς κινῶμεν, ποτὲ συντίθενται οἱ ἀκροαταὶ τῇ τοῦ μονογενοῦς ἀξίᾳ, ποτὲ δὲ πάλιν τῇ διανοίᾳ σαλεύονται πρὸς τὰ τῶν αἱρετικῶν ῥήματα καὶ εὑρίσκονται ἐν διστασίᾳ, ποτὲ μὲν πρὸς τὴν δόξαν τοῦ Χριστοῦ βλέποντες, πότε δὲ πρὸς τὴν αἱρετικὴν κακίαν ἐκκλίνοντες.