Ancient Greek · ~4 min
Section 4
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 4
Not analysed yet
Οἶδά σε θεὸν ἀπὸ τῶν θαυμάτων. Θεοῦ δὲ λόγος φύσιν ἐργάζεται καὶ διορθοῦται καὶ πάντων εστὶν ὑπόστασις τῶν φαινομένων. Εἰπὲ λόγῳ · καὶ γὰρ Τῷ λόγῳ σου οἱ οὐρανοὶ ἐστερεώθησαν . Εἰπὲ λόγῳ· καὶ γὰρ λόγῳ τὴν γῆν ἐθεμελίωσας, λόγῳ τοὺς οὐρανοὺς ἐστερέωσας ,λόγῳ τὴν θάλασσαν ἀφώρισας, λόγῳ τὰ πάντα διεκόσμησας. Πᾶσιν κελεύεις τοῖς δημιουργήμασιν· Ἀποστέλλεις τὸ φῶς καὶ πορεύεται, καλεῖς αὐτὸ καὶ ὑπακούει σοι τρόμω ,ὡς φησὶν Ἰερεμίας. Οἱ δὲ ἀστέρες λάμψουσί σοι μετ’ εὐφροσύνης. Ἐκάλεσας αὐτοὺς καὶ εἶπαν· Πάρεσμεν . Τῇ φαινομένῃ δημιουργίᾳ προστάττεις, καὶ τῇ ὑπερκοσμίῳ κτίσει κελεύεις, καὶ τῷ αὐτῷ προστάγματι νόσους ἀπελαύνειν οὐκ ἰσχύεις; Εἰπὲ λόγῳ. Λόγου χρῄζω παρὰ τοῦ θεοῦ λόγου. Εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου. Δεῖ δὲ εἰδέναι ὡς πολλή τις ἔστι διαφορὰ ἐν τῷ περὶ τῆς πίστεως λόγῳ καὶ ὅπως ἄκουε ἀδελφέ, εἰσίν τινες εἰς ἄκρον πίστεως φθάνοντες, καὶ εἰσὶν ἄλλοι μεσότητα πίστεως ἔχοντες, εἰσὶν δὲ ἄλλοι ὀλιγόπιστοι, καὶ ἕτεροι δύσπιστοι, καὶ εἰσὶ πάλιν ἕτεροι ἄπιστοι.