Ancient Greek · ~8 min
Section 1
Severianus Gabalensis, De fide et lege naturae (Ms Ab) 1
Not analysed yet
Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος ἀρχὴν ἔχουσα καὶ πηγὴν τῆς εὐσεβείας τὸ πνεῦμα τῆς ἀληθείας . ἀπὸ γὰρ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ὥσπερ ἀπό τινος εὐθαλοῦς καὶ γονίμου πηγῆς πάντα πηγάζει τὰ θεῖα νάματα. καὶ ὅσα ὁ νόμος διαγορεύει, ὅσα προφῆται θεσπίζουσιν, ὅσα ἀπόστολοι κηρύττουσι, πάντα ταῦτα τῷ ἁγίῳ πνεύματι ἀληθινῶς ἀπεικάζεται καὶ ἐπιγράφεται. πάντα γὰρ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. διὰ τοῦτο πάντα ἀπαστράπτει τὰ κάλλη τῆς εὐσεβείας καὶ λάμπουσιν οἱ λόγοι τῆς ἀληθείας καὶ βρύουσι θησαυροὶ τῆς ἐνθέου σοφίας· θησαυροὶ οὐκ ἐν γῇ κατακρυπτόμενοι ,ἀλλʼ ἐν τῷ βάθει τῆς εὐσεβείας θεωρούμενοι· θησαυροὶ ψυχὰς εὐφραίνοντες, ἐννοίας φωτίζοντες, τὴν οἰκουμένην ἐπιστρέφοντες, πᾶσαν τοῦ Ἀδὰμ τὴν πτωχείαν πλουτίζοντες. ὥσπερ γὰρ εἰς πολλὴν κατηνέχθη ταπείνωσιν τὸ πρωτότυπον κάλλος τῆς εὐσεβείας ἀποδυσάμενος, οὕτως ὁ τῇ εὐσεβείᾳ συζῶν καὶ ταῖς ἀρεταῖς κομῶν πλουτεῖ καὶ ἀγάλλεται. καὶ μαρτυρεῖ Παῦλος ὧδέ πη λέγων· εὐχαριστῶ τῷ θεῷ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. ὁ γὰρ θεοῦ λόγον δεχόμενος πλουτεῖ, ὁ δὲ μὴ δεχόμενος θεοῦ λόγον πτωχεύει. καὶ μαρτυρεῖ Ἡσαΐας λέγων· καί εἶπον· ἴσως πτωχοί εἰσι, διὰ τοῦτο οὐ δύνανται ἀκούειν λόγον κυρίου. ἀλλʼ ὁ μὲν πτωχεύων ὀνειδίζεται, ὁ δὲ πλουτῶν ἀγάλλεται, ὁ πλουτῶν τῷ λόγῳ τῆς ἀληθείας, ὁ κομῶν ταῖς ἀρεταῖς τῆς ἐγκάρπου φιλοσοφίας· οἷος ἦν ὁ Δαυῒδ λέγων· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ. ἐλαία κατάκαρπος ,οὐ φύλλοις κομῶσα, ἀλλὰ καρποῖς εὐσεβείας βρύουσα. ἔστι γὰρ ψυχὴ πολλάκις κομῶσα μὲν τοῖς κλάδοις καὶ τοῖς φύλλοις, καρπὸν δὲ μὴ φέρουσα, ὡς περὶ τοῦ Ἰσραήλ Ἱερεμίας ἔλεγεν· ἄμπελος εὐκληματοῦσα ὁ Ἰσραήλ· εὐκληματοῦσα, οὐκ εὐκαρποῦσα. ἀλλʼ ἐκείνη μὲν ἡ ἄμπελος τοιαύτη, ὁ δὲ προφήτης ἀγάλλεται λέγων· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος, οὐκ ἐν τοῖς ἔξω κομῶσα, ἀλλʼ ἐν τοῖς ἔσω βρύουσα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐλαία κατάκαρπος· οὐδὲ γάρ ἐστι καλὸν τὸ ἔξω τοῦ οἴκου τοῦ θεοῦ πολιτεύεσθαι.