Ancient Greek · ~11 min
Section 2
Severianus Gabalensis, De fide et lege naturae (Ms Ab) 2
Not analysed yet
εὑρήσεις γοῦν πολλοὺς καὶ ἐκτὸς τοῦ λόγου τῆς ἀληθείας ἔργοις ἀγαθοῖς κατὰ τὸ φαινόμενον διαλάμποντας· εὑρήσεις ἄνδρας συμπαθεῖς, ἐλεήμονας, δικαιοσύνῃ προσέχοντας· ἀλλʼ οὐδεὶς καρπὸς τοῖς ἔργοις αὐτῶν, ἐπειδὴ ἠγνόησαν τὸ ἔργον τῆς ἀληθείας. καλὰ μὲν γὰρ καὶ τὰ ἔργα, ἀλλὰ δεῖ προηγεῖσθαι τὸ ἔργον τὸ ἀνώτατον. καὶ γὰρ Ἰουδαίων ποτὲ λεγόντων πρὸς τὸν κύριον· τί ποιήσομεν, ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ θεοῦ; ἀπεκρίνατο πρὸς αὐτούς· Τοῦτό ἐστι τὸ ἔργον τοῦ θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. ὁρᾷς, πῶς τὴν πίστιν ἔργον ἐκάλεσεν; οὐκοῦν ἅμα ἐπίστευσας, ἅμα καὶ τοῖς ἔργοις ἐκόμασας, οὐχ ὅτι δὲ ἐλλείπει πρὸς τὰ ἔργα, ἀλλʼ ὅτι καθʼ ἑαυτὴν ἡ πίστις πλήρης ἐστὶν ἔργων ἀγαθῶν; τὰ μὲν γὰρ ἔργα εἰς ἀνθρώπους καὶ ἐξ ἀνθρώπων, ἡ δὲ πίστις ἐξ ἀνθρώπων πρὸς θεόν· ἡ πίστις τὸν ἐπιστρεφόμενον πολίτην οὐρανῶν ἀποδείκνυσιν· ἡ πίστις τὸν ἀπὸ γῆς ἄνθρωπον θεοῦ συνόμιλον ἀπεργάζεται· οὐδέν ἐστιν ἔξω πίστεως ἀγαθόν. ἐοίκασι δέ μοι, ἀδελφοί, ἵνα εἰκόνι τινὶ χρήσωμαι τοῦ λόγου, ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς καὶ τὸν θεὸν τῆς εὐσεβείας ἀγνοήσαντες λειψάνοις νεκρῶν καλὰ μὲν ἐνδεδυμένοις, αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι. τί γὰρ ὄφελος ψυχῆς νεκρᾶς τῷ μὲν θεῷ λόγῳ νενεκρωμένης, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένης· τὰ ἔργα ἐπʼ ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων. εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; οὐ δεῖ μὲν τὴν πίστιν γυμνὴν εἶναι τῶν ἔργων, ἵνα μὴ ὑβρίζηται· πλὴν ἀνωτέρα τῶν ἔργων ἡ πίστις. ὥσπερ γὰρ ἐν τιμῇ τοῖς ἀνθρώποις ἔδει πρῶτον προηγεῖσθαι τὸ ζῇν καὶ οὕτως τὸ τρέφεσθαι –τὸ γὰρ συνέχον τὴν ζωὴν ἡμῶν ἐστὶν ἡ τροφή –,οὕτως δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς. τὸν μὴ τρεφόμενον καθʼ ἑκάστην ἡμέραν ἐγχωρεῖ ζῇν πολλάκις, τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. ἐνήστευσε Μωϋσῆς ἡμέρας τεσσαράκοντα, ἀλλʼ ἐπειδὴ εἶχεν ἐν ἑαυτῷ τὸν ζῶντα λόγον, οὐδὲν αὐτὸν ἐζημίωσεν ἡ τῶν γηΐνων ἔνδεια. οὕτως καὶ ἐπὶ τῆς κατὰ ψυχὴν καταστάσεως· δεῖ μὲν τοῖς ἔργοις τρέφεσθαι, δεῖ δὲ πρὸ τῶν ἔργων τὴν πίστιν ἐνδύεσθαι· ἄνευ πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης οὐ δύνῃ παραστῆσαι ζήσαντα, ἄνευ δὲ ἔργων τὸν πιστὸν δύναμαι δεῖξαι καὶ ζήσαντα καὶ βασιλείας οὐρανῶν ἀξιωθέντα. οὐδεὶς ἄνευ πίστεως ἔζησεν· ὁ δὲ λῃστὴς πιστεύσας μόνον ἐδικαιώθη παρὰ τῷ φιλανθρώπῳ θεῷ. καὶ μή μοι λέγε· οὐκ ἔσχε καιρὸν πολιτεύσασθαι καλῶς. οὐδὲ γὰρ ἐγὼ τοῦτο φιλονεικῶ, ἀλλʼ ἐκεῖνο μόνον παρέστησα, ὅτι ἡ πίστις μόνη καθʼ ἑαυτὴν ἔσωσεν. εἰ γὰρ ἐπέζησε τῇ πίστει καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας. τὸ δὲ σκοπούμενον νῦν καὶ ζητούμενον, ὅτι καὶ ἡ πίστις καθ’ ἑαυτὴν ἔσωσεν, ἔργα δὲ καθʼ ἑαυτὰ οὐδαμοῦ τοὺς ἐργάτας ἐδικαίωσεν. καὶ θέλεις ἰδεῖν ἀκριβῶς, ὅτι ἔργα ἄνευ πίστεως οὐ ζωοποιεῖ;