Ancient Greek
Section 4
Severianus Gabalensis, De fide et lege naturae (Ms Ab) 4
Not analysed yet
Τίνα δὲ τὰ ἔργα τοῦ θεοῦ; ἅπαντες ἴσμεν, ἐὰν ἐργάζεσθαι θέλωμεν· οὐδὲν γάρ ἐστι κρυπτόν. τὰ μὲν γάρ τῶν δογμάτων ἀμφιβάλλεται, τὰ δὲ τῶν ἔργων οὐ κέκρυπται· ἡ γὰρ φύσις ὑπαγορεύει τοὺς νόμους. οἴδαμεν ἐξ ἑαυτῶν τί καλὸν καὶ τί πονηρόν. ἔθηκεν ὁ θεὸς νόμον ἐν τῇ φύσει ἄγραφον, τὸν φωτίζοντα ἡμῶν τὰς διανοίας. μηδεὶς λεγέτω· οὐκ ἀνέγνων νόμον, οὐκ οἶδα τὰ τοῦ νόμου· ἐὰν γὰρ ἀρνήσῃ τὸν κοινὸν νόμον, ἐλέγχει σε ὁ τῆς φύσεως νόμος. θέλεις μαθεῖν, ὅτι ἐν τῇ φύσει ἔπηξεν ὁ θεὸς τοὺς νόμους τοὺς διακρίνοντας, τί καλὸν καὶ τί πονηρόν; αὐτὴν ἡμῶν τὴν ἀναστροφὴν ἐρώτησον, πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακὰ φεύγουσι τῶν κακῶν τὴν προσηγορίαν· ὁ μοιχὸς μοιχεύει, μοιχὸς δὲ ἀκούων αἰσχύνεται. εἰπὲ τῷ ὁμολογουμένῳ μοιχῷ μοιχέ καὶ ὃ ποιῶν ἥδεται ,ἀκούων αἰσχύνεται. καίτοι εἰ καλὸν ἡγῇ τὴν ἁμαρτίαν, τί φεύγεις τὴν προσηγορίαν; εἰπὲ τῷ ἐπιόρκῳ ἐπίορκε καὶ εἰς ὕβριν λαμβάνει τὴν προσηγορίαν τῶν ἰδίων ἔργων· οὕτως αὐτὴ ἡ φύσις κράζει, ὅτι τὸ φαῦλον ἀλλότριον τοῦ ἔργου τοῦ θεοῦ. καὶ ὃ ἐποίησεν ὁ θεὸς καλὸν καὶ καλὸν λίαν καὶ οὕτω καλὸν, ὅτι καὶ τοῖς κακοῖς ἐμφύρεται καὶ τὴν κακίαν αἰσχύνεται. εἰπὲ τῷ σώφρονι σῶφρον καὶ ᾧ τῷ ἔργῳ ἥδεται οὐδὲ τὴν προσηγορίαν αἰσχύνεται. κάλεσον τὸν δίκαιον δίκαιον καὶ τῷ ἔργῳ στεφανοῦται καὶ τῇ προσηγορίᾳ σεμνύνεται· κἂν γὰρ διʼ εὐλάβειαν παραιτήσηται τὸ ὄνομα, ἀλλʼ ἐν τῇ ψυχῇ δέχεται τὴν εὐφημίαν.