Ancient Greek · ~7 min
Section 3
Severianus Gabalensis, De fide et lege naturae (Ms Ab) 3
Not analysed yet
μεμαρτύρητο Κορνήλιος ἐπὶ ἐλεημοσύναις καὶ προσευχαῖς· ἀλλὰ Χριστὸν ἠγνόει θεῷ μὲν πιστεύων, τὸν δὲ τοῦ θεοῦ λόγον οὐδέπω μεμαθηκώς. καὶ ἐπειδὴ ἔργα ἦν καλὰ καὶ θαυμαστὰ, ἤρεσκε μὲν τῷ τῶν ἀγαθῶν βραβευτῇ καὶ ἐραστῇ θεῷ· ἀλλʼ ἐπειδὴ εἶδεν ὁ τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας μέγας ὀφθαλμὸς, ὁ ἀπροσωπόληπτος καὶ δίκαιος κριτὴς, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει ἄγγελον θεῖον βραβεύοντα τοῖς ἔργοις ,ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῇ πίστει· ὅς φησι πρὸς αὐτόν· Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ. εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, φησὶ, καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην; πέμψον οὖν εἰς Ἰόππην ,φησί, καὶ μετακάλεσαι ὃς ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ ὅλος ὁ οἶκός σου. οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν· εἰ γὰρ, ἐξ ὧν κηρύττει Πέτρος, σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος αὐτοῦ, οὐκ εἶχεν οὐδέπω ὁ Κορνήλιος ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις. διὰ τοῦτο καὶ Πέτρος, ὁ μακάριος καὶ τίμιος Χριστοῦ ἀπόστολος, ἐλθὼν ἐκ τῆς Ἰόππης καὶ θεασάμενος τοῦ θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένοις ἀλλοφύλοις ἐπιγνώμων γενόμενος τῆς τοῦ θεοῦ κρίσεως λέγει· ἐπʼ ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ θεός· ἀλλʼ ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην δεκτὸς αὐτῷ ἐστίν. οὐκ εἶπεν ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην σώζεται, ἀλλὰ δεκτός ἐστι, τουτέστιν ἄξιος γίνεται τοῦ δεχθῆναι. δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν καὶ ἀκολουθεῖν τῇ πίστει τὰ ἔργα. καὶ μή τις τὴν πίστιν ὑβριζέτω διʼ ἀκαρπίαν μήτε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ. γενοῦ ἐλαία κατάκαρπος, ἀλλʼ ἐν τῷ οἴκῳ τοῦ θεοῦ. τὸ μὲν γὰρ ἐλαίαν εἶναι κατάκαρπον ἑρμηνεύει κατὰ τὰ ἔργα, τὸ δὲ ἐν τῷ οἴκῳ τοῦ θεοῦ τὴν πίστιν δείκνυσι.