Ancient Greek
Section 9
Severianus Gabalensis, De fide et lege naturae (Ms Ab) 9
Not analysed yet
ταῦτα καὶ τούτων πλείονα φθέγγῃ, ὅταν ἄλλον παρακαλῇς. ἢ γὰρ ἄλλων μὲν διδάσκαλος γενναῖος εἶ, σεαυτῷ δὲ οὐδὲ οἰκτρὸς μαθητής· μεγάλης ἐστὶ καὶ γενναίας ψυχῆς, τὸ ἐν τῇ ἀκμῇ τῶν παθῶν φιλοσοφεῖν. εἴ τις δύναται ἐφʼ ἑκάστης συμφορᾶς ἢ λύπης ἢ ζημίας λέγειν· δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου· ζημιοῦται μὲν ὡς ἄνθρωπος, στεφανοῦται δὲ ὡς φιλόθεος. ὁ βίος, ἀδελφοὶ, πολλῆς γέμει δυσκολίας καὶ δεῖ πάντως καὶ δίκαιον καὶ ἄδικον καὶ εὐσεβῆ καὶ ἀσεβῆ θλίβεσθαι. ἀλλὰ πολλὴ ἡ διαφορά· ἄλλο γάρ ἐστιν, ὡς οἰκεῖον παιδεύεσθαι, καὶ ἄλλο, ὡς ἀλλότριον μαστίζεσθαι. τύπτεται υἱός, τύπτεται καὶ οἰκέτης· ἀλλʼ ὁ μὲν ὡς δοῦλος ἁμαρτήσας, ὁ δὲ ὡς ἐλεύθερος καὶ ὡς υἱὸς ἐπιστροφῆς δεόμενος· οὐ ποιοῦσιν αἱ πληγαὶ τὴν ὁμοτιμίαν. οὐκ, ἐὰν πάθῃ εὐσεβὴς ἃ πάσχει ἀσεβὴς, ὁμότιμος γίνεται τοῦ ἀσεβοῦς· ἀλλὰ λογίζεται τούτῳ ἡ παιδεία εἰς θλῖψιν καὶ δοκιμασίαν, τῷ δὲ ἀσεβεῖ εἰς μάστιγας καὶ τιμωρίαν. διὰ τοῦτο ταύτας τὰς δυσκολίας εἰδὼς ὁ μακάριος Δαυῒδ περὶ μὲν τῶν δικαίων λέγει· πολλαὶ αἱ θλίψεις τῶν δικαίων. ἀλλʼ ὅρα τὸ ἐπαγόμενον· καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος. οὔπω εἶπε τὴν θλῖψιν καὶ ὑπέδειξε τὴν ἴασιν. περὶ δὲ τῶν ἐναντίων· πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ· καὶ οὐδὲν τὸ ἐπαγόμενον. τῶν δὲ δικαίων πολλαὶ μὲν αἱ θλίψεις, ἐκ δὲ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος. ταῦτα δέ τις ἀκούων μὴ ἑαυτοῦ ἀπογινωσκέτω μηδὲ λεγέτω· εἰ τοίνυν ὡς ἁμαρτωλὸς μαστίζομαι ἐλπίδα μὴ ἔχων, ἄκαρπός μοί ἐστιν ἡ παιδεία. ἁμαρτωλὸν γὰρ ἐκάλεσε νῦν ἡ γραφὴ τὸν πάντη τῆς εὐσεβείας ἀλλότριον, ἀλλʼ οὐ τὸν δίκαιον τὸν θλιβόμενον, τὸν εὐσεβείας μετέχοντα, πράγμασι δὲ ἀνθρωπίνοις ὀλισθαίνοντα. ἐπεὶ ὅτι ἁμαρτωλοὺς ἐλεεῖ ὁ θεός, μεστὴ πᾶσα ἡ γραφὴ τῶν ἐνεχύρων τῆς τοῦ θεοῦ φιλανθρωπίας. φησὶ γάρ· Ζῶ ἐγὼ, λέγει κύριος ,οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. ὄμνυσιν ὁ θεὸς οὐχ ὡς ἑαυτῷ ἀπιστῶν, ἀλλὰ τὴν ἡμετέραν ἀπιστίαν εἰς πίστιν ἐκβιαζόμενος. λεγέτω τοίνυν πᾶς ἄνθρωπος εἰς θλίψεις ἐξεταζόμενος· δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου· καὶ ὁμοῦ καὶ τὴν γενναίαν ἔδειξε ψυχὴν καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσεν.