Ancient Greek · ~23 min
Section 3
Severianus Gabalensis, De serpente homilia 3.1
Not analysed yet
Εἰκὼν ἦν, ἀδελφοί, τῆς τοῦ σταυροῦ οἰκονομίας ὁ τύπος τοῦ ὄφεως. Κατὰ δὲ τὸν τρόπον, ὥσπερ ἐκεῖνος ὁ τύπος τοῦ ὄφεως εἰκόνα μὲν καὶ ὄψιν εἶχεν ὄφεως, ἰὸν δὲ καὶ πονηρίαν οὐκ εἶχεν ὄφεως, οὕτω καὶ ὁ σωτήρ, κατὰ τὸν θεῖον ἀπόστολον, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐπιφανείς, ἔξω γέγονεν πάσης ἁμαρτίας· καθὼς καὶ ὁ μακάριος Ἡσαΐας συνῳδὰ τῷ μακαρίῳ Παύλῳ φθεγγόμενός φησιν· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Κατὰ τὸν Ἡσαΐαν ἔχεις μίαν εἰκόνα. Ἐλθέ μοι καὶ ἐφ’ ἑτέραν εἰκόνα. Βλέπε διὰ τῶν τύπων λάμπουσαν τὴν ἀλήθειαν. Οἱ ὄφεις ἔδακνον τοὺς υἱοὺς Ἰσραήλ, ὅτε λαὸς ὀλέθρῳ περιέπεσε. Φάρμακον εἰς σωτηρίαν Μωϋσῆς ἱκετεύει δοῦναι τὸν θεόν. Ὁ θεὸς ὑποδείκνυσι τῷ θεράποντι φάρμακον εὐεργεσίας καί φησι· Ποίησον ὄφιν χαλκοῦν καὶ πῆξον αὐτὸν πρὸ τῆς σκηνῆς τοῦ μαρτυρίου. . Τί βούλεται τὸ ὑπόδειγμα; Ἄλλοι οἱ δάκνοντες ὄφεις, καὶ ἄλλος ὑπὲρ αὐτῶν σταυρούμενος. Τί βούλεται τὸ αἴνιγμα; Τί ἐπαγγέλλεται ἡ σκιὰ τοῦ μυστηρίου; Ὥσπερ ἐκεῖ, φησίν, ὁ τύπος, ἄλλων δακνόντων ὄφεων, ὁ μὴ δάκνων μηδὲ πλήξας προσήλωται τῷ ξύλῳ, οὕτω καὶ τῶν ἄλλων ἀνθρώπων ἁμαρτανόντων, ὑπὲρ πάντων μέλλει πάσχειν ὁ Ἰησοῦς ὁ ἀναμάρτητος. Ὑπὲρ τῶν δακνόντων ὄφεων ὄφις ἀναμάρτητος σταυροῦται· ὑπὲρ ἡμῶν τῶν ὑποκειμένων θανάτῳ ὁ ἁμαρτίᾳ μὴ ὑποκείμενος προσηλοῦται. Ὅπερ μετὰ τῶν ἄλλων καλῶς προανεφώνησεν ὧδέ πως Ἡσαΐας λέγων· Ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἦλθεν εἰς θάνατον · καί· Ὁ κύριος παρέδωκεν ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν . Ἀναμαρτυρῆσαι χρὴ πάλιν τοῦ μυστηρίου τὸν λόγον. Ὥσπερ ἐκεῖ ἄλλοι οἱ δάκνοντες καὶ ἄλλος ὁ πηγνύμενος, οὕτω καὶ ἐνταῦθα πάντες οἱ ἁμαρτήσαντες καὶ εἷς ὁ ὑπὲρ πάντων σταυρούμενος. Ἔχεις δευτέραν εἰκόνα. Σκόπησόν μοι καὶ ἑτέραν εἰκόνα τρίτην· ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Διὰ τί σταυροῦται χαλκοῦς ὄφις; Ἵνα καταργηθῇ τὰ δήγματα τῶν ὄφεων. Ἄλλο οὖν τὸ σταυρούμενον καὶ ἄλλα τὰ καταργούμενα. Οὐχ ὁρᾷς τὴν ἔμφασιν τῆς ἀληθείας; Οὐ βλέπεις ὡς ἐν κρυπτῷ γράμματι τὴν δύναμιν τῆς οἰκονομίας; Ἐσταυρώθη, φησίν, ὄφις, ἵνα καταργηθῇ τῶν δακνόντων τὰ δήγματα. Ἐσταυρώθη Χριστὸς, ἵνα καταργηθῶσι τῷ δαιμόνων αἱ ἐνέργειαι. Ἄλλος ὁ ὄφις ὁ πηγνύμενος καὶ ἄλλοι οἱ καταργούμενοι δράκοντες. Ἄλλος ὁ ἐπὶ σταυροῦ Χριστὸς καὶ ἄλλοι οἱ καταργούμενοι δαίμονες. Καὶ ὥσπερ ἐκεῖ ἡ εἰκὼν τοῦ ὄφεως τοῦ φαινομένου κατήργησε τὰ δήγματα τῶν ὄφεων, οὕτω καὶ ἐνταῦθα ἡ τοῦ Χριστοῦ νέκρωσις τοῦ θανάτου γέγονε νέκρωσις καὶ τῶν δαιμόνων καθαίρεσις. Εἰκότως οὖν ὁ σωτὴρ τὴν εἰκόνα πρὸς ἑαυτὸν ἁρμόζων ἔλεγε· Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Ἔχεις, ἀδελφέ, μακάριον Μωϋσῆν καὶ ἐν ἑτέρῳ σχήματι τὸν σταυρὸν ὑπογράφοντα. Καὶ ὅπως ἄκουε. Δεῖ γὰρ περὶ σταυροῦ λέγοντας πολλὰς παραστῆσαι τοῦ μυστηρίου τὰς θεωρίας. Ἐπέθεντό ποτε τοῖς Ἰσραηλίταις ἀλλόφυλοι κατὰ τὴν ἔρημον. Ἀμαλὴκ δὲ ὄνομα τοῖς ἀλλοφύλοις. Ἀποστέλλει Μωϋσῆς Ἰησοῦν τὸν τοῦ Ναυῆ, στρατηγήσοντα τοῖς ὁμοφύλοις καὶ ὁπλίζει μὲν τὸν διάδοχον ἑαυτοῦ, μένει δὲ αὐτὸς ἐν τῷ ὄρει τὰς χεῖρας ἐκτείνων. Μωϋσῆς γάρ φησιν ἀνέβη εἰς τὸ ὄρος καὶ ἥπλωσε τὰς χεῖρας αὐτοῦ· καὶ ἐγένετο ἡνίκα ἂν ἐξέτεινε Μωϋσῆς τὰς χεῖρας, ἐνίκα ὁ Ἰσραήλ· καὶ ἡνίκα ἂν κατετίθη τὰς χεῖρας ὑπὸ τοῦ σωματικοῦ βάρους νικώμενος, ἐνίκα ὁ Ἀμαλήκ. Τί βούλεται τὸ σχῆμα; Ὁ Ἰουδαῖος εὐθέως φοβούμενος μὴ λάμψῃ διὰ τῆς εἰκόνος ἡ δόξα τοῦ σταυροῦ τοῦ Χριστοῦ. Οὐδέν, φησίν, ὁ τύπος ἔχει τῶν παρὰ σοὶ μυθευομένων. Προσευχῆς ἦν ἐκεῖνο τὸ σχῆμα τύπος, οὐκ εἰκόνος, ὡς σὺ ὑπονοεῖς. Καὶ τί δήποτε, εἴπερ ἀληθῶς ὅτι καρπὸς ἦν τῆς προσευχῆς ἡ νίκη, οὐ τῇ προσευχῇ τὴν νίκην ὑπέγραψεν ὁ λόγος –Οὐ γὰρ εἶπεν ἡ γραφή· Ἡνίκα ηὔχετο Μωϋσῆς. Τοῦτο γὰρ ἦν γνωρίζοντος ἀληθῶς ὅτι καρπὸς οὐκ ἦν τῆς προσευχῆς ἡ νίκη. –,ἀλλ’ ἢ τῇ εἰκόνι καὶ τὸ σχήματι τῶν χειρῶν; Ἡνίκα γὰρ καθῆκε Μωϋσῆς τὰς χεῖρας, ἡττᾶτο ὁ Ἰσραήλ· ἡνίκα δὲ ἥπλου, ἡττᾶτο ὁ Ἀμαλήκ. Εἰ γὰρ τῆς προσευχῆς ἦν τὸ ἔργον, ἐχρῆν εἰπεῖν· Καὶ ἡνίκα ηὔχετο Μωϋσῆς, ἐνίκα. Ἀλλ’, ὡς ἔφθην εἰπών, τὴν προσευχὴν παρενθέμενος, οὐχ ὡς ἄχρηστον, ἀλλ’ ὡς ὀφείλουσαν παραχωρῆσαι τῇ εἰκόνι τοῦ σταυροῦ τῷ τύπῳ καὶ τῷ σημείῳ τὴν νίκην ὑπογράφει. Ἡνίκα γὰρ ἥπλωσε Μωϋσῆς τὰς χεῖρας, ἐνίκα ὁ Ἰσραήλ. Τί βούλεται ἁπλουμένη χείρ; Ἀναζωγράφησον παρ’ ἑαυτῷ χεῖρας ἡπλωμένας, ἵνα ἴδῃς τοῦ προσκυνητοῦ σταυροῦ λάμπουσαν τὴν εἰκόνα. Ἀλλ’ ἔκαμε, φησί, Μωϋσῆς. Οὐ γὰρ ὑπούργησαν αἱ χεῖρες πρὸς τὴν εἰκόνα τῷ σωματικῷ βάρει νικώμεναι. Τί οὖν; Ἵνα μὴ λυθείσης τῆς εἰκόνος, λυθῇ καὶ ἡ νίκη, ἵσταται Ἀαρὼν καὶ Ὣρ καὶ ἐκούφιζον αὐτοῦ τὰς χεῖρας, ἵνα μὴ ἡ εἰκὼν τοῦ σταυροῦ παρελθοῦσα καὶ παυσαμένη σβέσῃ τὴν νίκην. Διὰ τι δὲ ὅλως Ἀαρὼν καὶ Ὣρ τὰς χεῖρας ὑποστηρίζουσι; Ἀαρὼν, ἀδελφοί, τὴν ἱερατικὴν ἐπεῖχεν ἀξίαν· ὁ δὲ Ὣρ τῆς βασιλικῆς φυλῆς εἶχε τὴν συγγένειαν. Δορυφορεῖ τοίνυν τὴν εἰκόνα τοῦ σταυροῦ ἱερωσύνη καὶ βασιλεία. Καὶ ὥσπερ μεταμορφωθέντος τοῦ κυρίου ἐν τῷ ὄρει, ὤφθη Μωϋσῆς καὶ Ἠλίας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων ,ἵνα δορυφορήσωσι τοῦ Χριστοῦ τὴν βασιλικὴν εἰκόνα, οὕτω καὶ ἐνταῦθα Ἀαρὼν τῆς ἱερατείας τάξιν ἐπέχων, δορυφορεῖ τὸν σταυρόν, καὶ Ὣρ ὁμοίως τῆς βασιλικῆς ἔχων τὸ πρῶτον ἄνθος, δορυφορεῖ τὸν σταυρόν. Ταῦτά μοι εἴρηται, ἵνα δείξω ὅπως τοῖς πατράσι τοῖς ἀρχαίοις ἐκείνοις τῆς εὐσεβείας εἰσήγετο ἡ εἰκὼν καὶ ἐτιμήθη ὁ τύπος τῆς οἰκονομίας. Εἰ δὲ οἱ προαναφωνοῦντες οὕτως ἐκήρυξαν ἐνδόξως, οὕτω προετύπωσαν ἐντίμως, ποίοις καὶ πόσοις ἡμεῖς καὶ πηλίκοις στόμασι τοῦ κυρίου τὸν σταυρὸν καὶ τὴν ἔνθεον οἰκονομίαν κηρύξωμεν; Οἶδα ὅτι πολὺς ὑμᾶς ἔχει πόθος τῶν δογματικῶν λόγων καὶ τῶν τῆς θεολογίας κηρυγμάτων· ἀλλ’ ἔστιν ἐκείνων ἀδελφὰ καὶ τὰ νῦν εἰρημένα. Τῆς γὰρ αὐτῆς ἐννοίας καὶ σταυρὸν κηρῦξαι καὶ τὸν μονογενῆ θεὸν λόγον ὑψῶσαι. Τοιγαροῦν κἂν τὴν θεότητα τοῦ μονογενοῦς ὑμνήσῃς, κἂν τὴν οἰκονομίαν τιμήσῃς, μίαν καὶ τὴν αὐτὴν ἔχει ἀπόδειξιν τῆς εὐσεβείας.