Ancient Greek
Section 4
Severianus Gabalensis, De serpente homilia 4.1
Not analysed yet
Πλὴν ὅταν ἀκούσῃς σταυρόν, ὅταν ἀκούσῃς σώματος οἰκονομίαν, ἀνάγαγέ σου τὴν διάνοιαν πρὸς τὸ ὕψος τῆς τοῦ μονογενοῦς ἐξουσίας. Μὴ τὸ σχῆμα τὸ διὰ σὲ γενόμενον ταπεινούτω σου τὸ φρόνημα, ἀλλ’ ἡ φιλανθρωπία τοῦ σώσαντος ἀναγαγέτω σου τὴν διάνοιαν. Σταυρὸς μὲν γὰρ διὰ σέ, ἀξία δὲ θεοῦ δι’ ἑαυτόν. Ἀξία δὲ θεοῦ οὐχ ὑψοῦται λόγοις, οὐ καθαιρεῖται λόγοις. Ἀλλ’ οἱ καθαιροῦντες, ἑαυτῶν ἐργάζονται τὴν καθαίρεσιν. Οἱ δὲ ὑψοῦντες, ἑαυτῶν τὴν εὐτέλειαν εἰς ὕψος ἀνάγουσιν. Ὥσπερ οὖν ἔφθημεν εἰπόντες, ὅτι καὶ ὁ τὴν οἰκονομίαν καὶ ὁ τὴν θεολογίαν ἀνυμνήσας τῆς αὐτῆς ἔχεται διανοίας. Ἀλλ’ ἐπειδὴ τοῖς χθὲς ἡμῖν γεγυμνασμένοις ἔλειπέ τι πρὸς τό ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ κύριον Ἰησοῦν Χριστόν καὶ πρὸς μὲν τὸν μόνον ἀληθινὸν θεὸν ἀπεδείχθησαν αἱ προφητεῖαι καὶ αἱ μαρτυρίαι τῷ υἱῷ, ὅτι καὶ μόνος ἀληθινός, ἀναγκαῖον δὲ οἶμαι κἀκείνην ἐξετάσαι τῆς λέξεως τὴν θεωρίαν. Καίτοι φησὶν ὁ αἱρετικὸς· Τί δὴ πάλιν ἔχεις καὶ πρὸς τὸ ἀπεσταλμένον εἰπεῖν; Ῥητῶς ἀναγέγραπται· Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Μὴ ὁ ἀποστείλας τῷ ἀποσταλέντι ὁμότιμον ἔχει τὴν ἀξίαν; Ταῦτα ἐὰν μὲν τῇ λέξει δουλεύων ἀναγινώσκεις, πολλάκις, ὡς προειρήκαμεν, πολλὴν εὑρήσεις ὡς ἀληθῶς πρὸς ἡμᾶς ἐναντιότητα, καὶ οὐ συμφωνοῦντα τοῖς αὐτοῖς λογισμοῖς τὰ καλῶς γεγραμμένα, κακῶς δὲ νενοημένα. Ἐὰν δὲ πρὸς αὐτὴν τὴν ἀλήθειαν ἀναλάβῃς τὴν ἔννοιαν, οὐδαμοῦ σοι πρὸς ἐναντιότητα περιτραπήσεται τὸ τῆς διανοίας ὄμμα, ὑπ’ αὐτοῦ τοῦ ἁγίου πνεύματος ὁδηγούμενον πρὸς ἀκριβῆ κατανόησιν. Τὸ γὰρ ἀπεστάλη καὶ ἀπέστειλεν ἀνθρώπινα μὲν φέρει ῥήματα, θεῖα δὲ κηρύττει νοήματα. Οὔτε γὰρ ὁ ἀποστείλας ἀπὸ τόπων εἰς τόπους ἀπέστειλεν, οὔτε ὁ ἀποσταλεὶς ἀπὸ τόπων εἰς τόπους ἦλθεν. Ἀλλ’ ἀπέστειλέ φησιν ὁ πατὴρ τὸν υἱὸν εἰς τὸν κόσμον ,ὡς μὴ παρόντα τῷ κόσμῳ, πρὸς ὃν ἐπέμπετο. Πῶς ἡ γραφή φησι περὶ αὐτοῦ τοῦ κυρίου· Ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο ; Πῶς οὖν ἦλθεν ὁ παρών, ἐφάνη ὁ λανθάνων; Εἰ δὲ ἀληθῶς, ὡς ἀκούεις, νοεῖς τὸ ἀπέστειλε ,πᾶσα ἀνάγκη καὶ τὸν ἀποσταλέντα τούτοις ἐπιστῆναι τοῖς τόποις, οἷς μηδέπω παρῆν, καὶ τὸν ἀποστείλαντα ἐκεῖ πέμπειν, ὅπου μὴ πάρεστι. Πῶς οὖν ὁ εὐαγγελιστὴς ἔλεγε· Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο ; Εἰ τοίνυν ἦν ἐν τῷ κόσμῳ ,πῶς ἀποστέλλεται ἐν τῷ κόσμῳ; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος· Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος ; Τί οὖν βούλεται τὸ ἀπεστάλη ; Ἀντὶ τοῦ ὤφθη· ἀντὶ τοῦ διὰ σαρκὸς ἔλαμψεν. Ἡ γὰρ ἀποστολὴ οὐ τὴν ἀπὸ τόπων εἰς τόπους μετάβασιν σημαίνει, ἀλλὰ τὴν ἐκ τῆς ἀοράτου θεότητος εἰς ἐμφανῆ παρουσίαν. Οὔτε γὰρ ἐπιδημήσας τῇ γῇ κατὰ τὴν ἀνθρωπίνην οἰκονομίαν, τοὺς οὐρανοὺς ἐκένωσε τῆς ἑαυτοῦ ἀξίας, οὔτε νῦν ἀναληφθεὶς κατὰ τὴν τῆς σαρκὸς ἀνάληψιν, τὴν γῆν ἔρημον κατέλιπε τῆς ἰδίας ἐπιστασίας. Εἰ κατὰ τὴν λέξιν, ἀδελφοί, ὁ πατὴρ ἀπέστειλν τὸν υἱὸν εἰς τὸν κόσμον, δῆλον ὅτι ὁ ἀποστείλας τοῦ ἀπεσταλμένου χωρίζεται κατὰ τὴν ἰδίαν στάσιν. Εἰ μὲν γὰρ σὺν αὐτῷ ἐστι, περιττὸν τὸ ἀπέστειλεν· εἰ δὲ ἀπέστειλεν, ἀνάγκη κεχωρίσθαι, κατὰ τὴν τῆς λέξεως ἔμφασιν. Ἀλλ’ οὐ δεῖ τῇ λέξει δουλεύειν, ἀλλὰ τῇ πίστει στοιχεῖν. Καὶ τίς ἡμῖν μαρτυρήσει λόγος, ὅτι ἐπὶ γῆς φανεὶς ἐν οὐρανοῖς ἦν; τίς δὲ μαρτυρήσει λόγος, ὅτι παρὰ πατρὸς ἀπεσταλμένος οὐκ ἐχωρίσθη τοῦ πατρός; Εἰ ἀπεστάλη εἰς τὸν κόσμον, κατὰ τὴν λέξιν, εἰ ὁ πέμψας τοῦ ἀπεσταλμένου χωρίζεται, πῶς ἔλεγεν· Ἐγὼ ἐν πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ; πῶς δὲ πάλιν ἔλεγε· Καὶ ὁ πέμψας με πατὴρ μετ’ ἐμοῦ ἐστιν ; Ὁρᾷς ὅτι ἡ φύσις οὐ χωρίζεται· ἡ δὲ οἰκονομία τὸ σχῆμα τῆς ἀποστολῆς ἐνδείκνυται. Τί οὖν βούλεται τὸ ἀναβαίνω πρὸς τὸν πατέρα μου ; Εἰ γὰρ σὺν αὐτῷ ὁ πατήρ, διὰ τί ἀναβαίνει; Ἡ ἀνάβασις τὴν οἰκονομίαν ἑρμηνεύει, τοῦ σώματος τὴν ἀνάληψιν, οὐ τῆς θεότητος τὴν διάστασιν. Θέλεις δὲ μαθεῖν, ὅτι ὥσπερ ἐπιδημήσας τῇ γῇ, τοὺς οὐρανοὺς οὐ κατέλιπεν, οὔτε τοῦ πατρὸς ἐχωρίσθη, οὕτω καὶ εἰς οὐρανοὺς ἀναληφθείς τὴν γῆν οὐ κατέλιπεν ἔρημον; Ὁ εἰπὼν πρὸς ἑαυτοῦ μαθητάς· Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι ,ἀλλ’ ἀνέρχομαι, ὅθεν κατῆλθον, πρὸς τὸν πατέρα μου ,ὁ αὐτὸς πάλιν πρὸς ἐκείνους λεγει· Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος . Τὸ οὖν ἵνα γινώσκωσί σε τὸν μονον ἀληθινὸν θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν διπλῆν ἔννοιαν ἔχει καὶ μάχαιραν διπλῆν· τὴν μὲν κατὰ τῆς εἰδωλολατρείας ὁπλιζομένην, τὴν δὲ κατὰ τῆς Ἰουδαϊκῆς ἀπειθείας παραταττομένην. Μόνον μὲν γὰρ ἀληθινὸν θεὸν λέγει, ἵνα τὰ νεκρὰ εἴδωλα στηλιτεύσῃ· ἀπεσταλμένον δὲ Ἰησοῦν Χριστόν, ἵνα τοὺς τὴν οἰκονομίαν ἀρνουμένους ἐπιστομίσῃ. Ἐκλάμβανε τοίνυν τὰ ῥήματα πρὸς τὴν ἔννοιαν καὶ μὴ ὕβριζε τὴν ἀξίαν διὰ τὴν λέξιν.