Ancient Greek
Section 5
Severianus Gabalensis, De serpente homilia 5.1
Not analysed yet
Ἵνα δὲ μάθῃς ἀκριβῶς ὅτι τὸ ἀπεστάλθαι παρὰ τοῦ θεοῦ οὐ τὴν ἀπὸ τόπων εἰς τόπους μετάστασιν σημαίνει, ἀλλὰ τῆς οἰκονομίας τὴν φανέρωσιν, περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ λέγει τὸ εὐαγγέλιον τοῦ ἀπὸ γῆς ὄντος· Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ. Ἆρα ἀπ’ οὐρανῶν ἀπεστάλη Ἰωάννης; ἄρα ἄνωθεν ἐλήλυθε; Πῶς οὖν ἐλήλυθεν; Εἶτα ἄνθρωπος μὲν ἀποστελλόμενος, οὐκ ἀπὸ τόπων εἰς τόπους μετέστη, ἀλλὰ τὴν οἰκονομίαν ἐνεχειρίσθη. Ὁ δὲ θεὸς λόγος, ὁ πάντα πληρῶν, ἐὰν εἴπῃ ἑαυτὸν ἀπεσταλμένον, τὴν φύσιν ὕβρισε καὶ τὴν οἰκονομίαν ἐμήνυσεν; Ὅρα αὐτόν, ἀδελφέ, καὶ πληροῦντα τῆς σαρκὸς τὴν οἰκονομίαν καὶ μὴ καθαιροῦντα τῆς θεϊκῆς δυνάμεως τὴν ἀξίαν. Καὶ τὸ ἱερατικὸν σχῆμα· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ παρακαλέσω αὐτὸν καὶ παράκλητον πέμψει ὑμῖν τὸ πνεῦμα τῆς ἀληθείας. Εἰ ἀναβαίνεις ἄνω καὶ παρακαλεῖς καὶ παρακαλῶν δυσωπεῖς καὶ μετὰ τὴν παράκηλσιν ἀποστέλλεις τὸ πνεῦμα –Παρακαλῶ γάρ, ἔφης, καὶ πέμπω. –,τίνος ἕνεκεν πρὸ τῆς ἀναβάσεως λύεις τὴν τοῦ πατρὸς αὐθεντίαν; Εἰ μὴ αὐθεντεῖς κατὰ τὴν θείαν ἀξίαν, ἀλλ’ ἀναμένεις ἀνελθεῖν πρὸς τὸν πατέρα εἰς τὸν οὐρανὸν καὶ παράκλησιν καὶ ἱκεσίαν προσάγειν καὶ οὕτω λαβεῖν τοῦ πνεύματος τὴν χάριν, καὶ εἰς πᾶσαν ἐκπέμψαι τὴν οἰκουμένην, τίνος ἕνεκεν πρὶν ἀναβῇς, πρὶν παρακαλέσῃς, οἰκείαν ἐνδείκνυσαι τὴν αὐθεντίαν; διὰ τί πρὸ τῆς ἀναλήψεως, ἀναστὰς ἐκ νεκρῶν, ἐνεφύσησας εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ λέγεις· Λάβετε πνεῦμα ἅγιον. Ὃ αἰτεῖς παρὰ πατρὸς, πρὶν ἱκετεύσῃς πατέρα δίδως. Οὐκοῦν εἰρωνεύῃ τὴν αἴτησιν; Οὐκ εἰρωνεύομαι, φησίν. Οὐκ ἔστι γὰρ εἰρωνεία παρὰ τῇ ἀληθείᾳ. Ἀλλὰ τὸ μὲν ἥρμοσται τῇ ἀξίᾳ, τὸ δὲ πρέπει τῇ οἰκονομίᾳ. Διὰ τί οὖν ἐνεφύσησας εἰς τὰ πρόσωπα τῶν ἀποστόλων; Ἔδει με, φησὶν ὁ σωτήρ, ἀναστάντα ἐκ τῶν νεκρῶν τὴν ἀπαρχὴν τῆς ζωῆς τῷ κόσμῳ χαρίσασθαι. Ἐπειδὴ γὰρ Ἀδὰμ πλασθεὶς ἔλαβεν ἐμφύσημα ζωῆς –Ἐνεφύσησε γὰρ ὁ θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδάμ, καὶ ἐγένετο εἰς ψυχὴν ζώσαν . –ὃ λαβὼν ἐκεῖνος ἀπώλεσε, τοῦτο παρων ἀνακαλοῦμαι. Ἐγείρω τὸν πεσόντα, ἀνακαινίζω τὸν φθαρέντα, ζωοποιῶ τὸν νεκρωθέντα. Μαρτυρεῖ μου τῇ οἰκονομίᾳ καὶ ὁ προφήτης βοήσας μου τὴν ἐμφύσησιν. Καὶ τίς ὁ ἀναβοῶν προφήτης προαναφωνεῖ τὴν ἁγίαν ταύτην ἐμφύσησιν; Ἄκουε, φησί, τοῦ προφήτου λέγοντος ἐν τοῖς δυοκαίδεκα, Ναοὺμ δὲ τούτῳ ὄνομα. Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ θεῷ τὰς εὐχάς σου· οὐκέτι μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. Συντετέλεσται. Τὰ πρῶτα φησίν· Οὐκέτι οὐ μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. Τὴν καινὴν χάριν εὐαγγελίζεται, ὅτι τὰ παλαιὰ πέπαυται, τὰ νέα ἀνθοῦσιν. Ἑόρταζε τὰς ἑορτάς σου. Διὰ τί ἑόρτασον ὀνομάζει; Ἐπειδὴ ἐν τῇ ἑορτῇ τοῦ πάσχα ἀνάστασις ἤμελλεν ἀνθῆσαι. Ἑόρταζέ φησιν, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ θεῷ τὰς εὐχάς σου. Οὐκέτι μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. Συντετέλεσται, ἐξῆρται ,τουτέστι τὰ πρῶτα τέλος ἔχει. Καὶ διὰ τί τέλος ἔχει τὰ πρῶτα; Ἀνέβη γὰρ ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. Ἀλλὰ πάλιν ἀναλάβωμεν. Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ θεῷ τὰς εὐχάς σου. Οὐκέτι μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. Τίνες αἱ ἑορταί; Ἦσαν γὰρ ἐκεῖναι αἱ παλαιαὶ τῶν νέων φέρουσαι τὴν εἰκόνα. Πρώτη τῶν ἀζύμων ἡμέρα, εἰκὼν οὖσα τοῦ πάθους τοῖς ἀκριβῶς ἐξετάζουσι. Μετὰ ταύτην ἡμέρα τῆς πεντηκοστῆς, εἰκὼν οὖσα καὶ αὐτὴ τῆς τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ἐπιφοιτήσεως. Ἡ δὲ τῶν σκηνοπηγίων εἰκὼν καὶ αὐτὴ ἦν τῶν σκηνῶν τῶν οὐρανίων. Τοιούτοις καὶ ὁ κύριος ἐνδεικνύμενος, ἐπειδήπερ ἐκεῖναι ἦσαν πρόσκαιροι, βουλόμενος δεῖξαι, ὅτι αἱ σκηναὶ ἐκεῖναι τύπος εἰσὶ τῶν μελλουσῶν σκηνῶν, ἔλεγε πρὸς τοὺς ἐν τῷ κόσμῳ πλουτοῦντας· Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵν’ ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. . Αἱ οὖν πρόσκαιροι σκηναὶ τύπος ἦσαν τῶν αἰωνίων σκηνῶν. Ἐπεὶ οὖν ἡ τοῦ Χριστοῦ οἰκονομία τοὺς μὲν παλαιοὺς τύπους ἐπλήρου, τὴν δὲ νέαν χάριν ἐξήνθει, καλῶς ὁ προφήτης προαναφωνεῖ λεγων· Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ θεῷ τὰς εὐχάς σου. Σημαίνει τὸ οὐκέτι μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν . Ἀνακεκαίνισται γὰρ τὰ παλαιὰ διὰ τῆς χάριτος. Συντετέλεσται, ἐξῆρται. . Ἀνέβη γὰρ ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως . Ἀλλ’ ὁ μὲν προφήτης Ναοὺμ γυμνῶς σοι παρέστησε τὸν τὴν ἁγίαν χάριν ἐμπνεύσαντα κύριον. Ἡσαΐας δὲ καὶ αὐτὸς ἑτέρῳ τρόπῳ τὸν ἐκ νεκρῶν ἀναστάντα καὶ πνεῦμα ἅγιον τοῖς ἑαυτοῦ χαριζόμενον προαναφωνεῖ λέγων· Ἐμνήσθη ἡμερῶν αἰωνίων ὁ ἀναβιβάσας ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων. . Καὶ ἀντὶ τοῦ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ εὐθέως ἐπήγαγεν· Ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον. Ἡ θεϊκὴ ἀξία, ἡ θεϊκὴ προσηγορια, τὸ βασιλικὸν ἀξίωμα, ἡ ἄχραντος δόξα καὶ ἡ ἀκατάληπτος δύναμις τὸ τῷ πατρὶ συνδοξαζόμενον καὶ υἱῷ συμβασιλεῦον καὶ ἐνεργοῦν τὰ πάντα καὶ διαιροῦν τὰ θεῖα χαρίσματα ἑκάστῳ καθὼς βούλεται . Ταῦτα εὖ οἶδα ὅτι στηρίζει μὲν τοὺς ἰδίους τῆς ἐκκλησίας, δάκνει δὲ τοὺς ἐχθροὺς καὶ διαρρήγνυσι, μάλιστα τοὺς ἐχθροὺς τῆς εὐσεβείας, τοὺς παραιτουμένους πατρὶ καὶ υἱῷ συνδοξάζειν τὸ πνεῦμα τὸ ἅγιον. Ὢ τῆς ἀθλιότητος. Οὐδὲ ὧν ἔτυχον καταξιοῦν ἐθέλουσι τὸ πνεῦμα τὸ ἅγιον. Ὁ δὲ ἀπόστολος περὶ ἑαυτοῦ καὶ τῶν κατ’ αὐτὸν ἔλεγεν· Εἰ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα. Παῦλος συνδοξάζεται θεῷ καὶ τὸ πᾶν οὐ συνδοξάζεται; Ἡ θνητὴ φύσις τοσοῦτον ἀνάγεται, ὡς Χριστῷ συνδοξάζεσθαι, καὶ τὸ προσκυνητὸν πνεῦμα οὐδὲ τῶν αὐτῶν ἡμῖν κοινωνήσει πλεονεκτημάτων; Καὶ περὶ μὲν ἀνθρώπων φησὶν ὁ αὐτὸς ἀπόστολος· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐ συμβασιλεύει Χριστῷ; Ὢ τῆς πολλῆς ἀγνωμοσύνης· ὢ τῆς πολλῆς καὶ ἀφορήτου μανίας· ὢ γνώμης ἀθέου καὶ βλασφημίας ἀμέτρου καὶ πληγῆς ἀνιάτου. Ἡμεῖς προδοκῶμεν συμβασιλεῦσαι καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν δούλου τάξει κατατάττομεν;