Ancient Greek
Section 6
Severianus Gabalensis, De serpente homilia 6.1
Not analysed yet
Ταῦτα δέ φαμεν, ἀδελφοί, οὐχ ὡς παραπλησίως ἡμῖν ὀφείλοντος τοῦ ἁγίου πνεύματος τῷ Χριστῷ συνδοξάζεσθαι, ἀλλὰ τὴν ἀσέβειαν ἐλέγχοντες τῶν μηδὲ τοσοῦτον ἀπονέμειν ἀνεχομένων. Ἵλεως δὲ ἡμῖν, κύριε, ἐπὶ τοῖς λαλουμένοις εἴης. Ὅτι κἂν μέχρι ψιλῆς καὶ ἐπιπολαίου λέξεως δευτεροῦμεν τὰ τῶν ἀσεβῶν ῥήματα, ἀλλ’ ὅμως μηδείς, ἀδελφοί, νομισάτω ὕβριν εἶναι τοῦ ἁγίου πνεύματος τὸ δευτεροῦσθαι τὰς παρ’ ἐκείνων ὕβρεις. Ἄγομεν γὰρ αὐτὰς εἰς μέσον καὶ λέγομεν, οὐ συνδιατιθέμενοι τῇ ἀσεβείᾳ, ἀλλὰ τὴν πλάνην στηλιτεύοντες καὶ τοὺς συντρόφους τῆς εὐσεβείας τῶν πονηρῶν δογμάτων ἀποτειχίζοντες. Καὶ γὰρ οἱ ἀπόστολοι ἀγαπῶντες τὸν κύριον καὶ ἰδόντες αὐτοῦ τὴν ἀξίαν, οὐκ ὤκνησαν ἐντάξαι τοῖς ἁγίοις εὐαγγελίοις τὰς παρὰ τῶν Ἰουδαίων ὕβρεις. Γέγραπται γοῦν ὅσα εἰπεῖν ἐτόλμησαν περὶ Χριστοῦ, καὶ ὅτι ἁμαρτωλός ἐστι καὶ ὅτι τοῦ θεοῦ οὐκ ἔστι. Καὶ εἰς πρόσωπον αὐτοῦ οὐκ ὤκνησαν· Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις. Ἀλλὰ τὸ πρᾶγμα οὐ τῶν γραψάντων κατηγορεῖ, ἀλλὰ τῶν βλασφημησάντων. Ἄκουε τοῦ πνεύματος τὴν ἐνέργειαν· ἄκουε τῶν ἀποστόλων τὴν δοξολογίαν· στοίχει ταῖς ἐκείνων διδασκαλίαις· ἕπου τοῖς βήμασι τῶν ἁγίων· μὴ πλάνα σαυτὸν τοῖς ἴχνεσι τῶν βεβήλων. Τριάδα προσκύνει· τριάδα δόξαζε· τριάδα κήρυττε. Οὕτω φρονοῦσι προφῆται, οὕτω κηρύττουσι ἀπόστολοι, οὕτω πιστεύουσι μάρτυρες. Ἄκουε Παύλου τὴν τριάδα κηρύττοντος· Διαιρέσεις χαρισμάτων, τὸ δὲ αὐτὸ πνεῦμα· διαιρέσεις διακονιῶν, ὁ δὲ αὐτὸς κύριος· διαιρέσεις ἐνεργημάτων, ὁ δὲ αὐτὸς θεὸς ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Τίνος ἕνεκεν οὐκ ἀπὸ πατρὸς ἄρχεται; Οὐ πρῶτον ἐκεῖνον κηρύττει καὶ τότε τὸν υἱὸν καὶ μετ’ αὐτὸν τὸ ἅγιον πνεῦμα; Μεταβάλλεις τὴν τάξιν, ὦ Παῦλε; μεταρρυθμίζεις τὴν ἀκολουθίαν; Τοῦ σωτῆρος παραδεδωκότος ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ,σὺ λύεις τὸν θεσμὸν τῆς θεολογίας; Ἀλλὰ γὰρ μὴ γένοιτο ἡμᾶς ποτε ταῦτα περὶ Παύλου νοῆσαι. Ὁ γὰρ ἅγιος ἐκεῖνος καὶ θαυμαστὸς κήρυξ εἶδεν ἀκριβῶς, ὅτι κἂν πνεύματος πρῶτον μνησθῇ, ἄτρωτον φυλάττει τὴν θεολογίαν· καὶ οὐχ ὑβρίζει τὴν ἀσύγχυτον φύσιν· οὐκ ἐμμερίζει τὴν ἀμέριστον ἀξίαν. Πνεύματος μέμνηται πρῶτον, ἵνα δείξῃ ὅτι τὸ τελευταῖον γράφεσθαι τὸ πνεῦμα, οὐ τελευταῖον αὐτὸ ποιεῖ καὶ ἔσχατον. Ἐπειδὴ γὰρ ἐκεῖνοι παρερμηνεύουσι κακῶς, οὐ συναριθμοῦντες, ἀλλ’ ὑπαριθμοῦντες τῷ πατρὶ τὸν υἱὸν καὶ τῷ υἱῷ τὸ πνεῦμα τὸ ἅγιον. Πρῶτος γάρ φησιν ὁ πατήρ, δεύτερος ὁ υἱός, τρίτον τὸ πνεῦμα τὸ ἅγιον, οὐ τὴν εὔτακτον τῆς γνώσεως ἀκολουθίαν νοοῦντες τῆς προσκυνητῆς τριάδος, ἀλλὰ ψυχῇ διαστρόφῳ ἐπιχειροῦντες τὴν τῆς θεολογίας καθαρότητα. Εἰκότως ὁ Παῦλος ἀντιστρέφει τῶν ὀνομάτων τὴν τάξιν, ἵνα δείξῃ τῆς ἀληθείας τὴν δύναμιν καὶ λύσῃ τῶν πονηρῶν τὴν ὑπόληψιν. Ἀλλ’ οἶδά φησιν, ὅτι τοῦ μὲν υἱοῦ καὶ τοῦ πνεύματος ἐπιπολαίως ἐμνομόνευσεν, ἐπὶ δὲ τὸν πατέρα ἐλθών, εἰς ὕψος τὴν θεολογίαν ἤγαγεν. Ἐπὶ μὲν γὰρ τοῦ πνεύματος εἶπε· Τὸ δὲ αὐτὸ πνεῦμα · ἐπὶ δὲ τοῦ υἱοῦ· Ὁ δὲ αὐτὸς κύριος · εἰς δὲ τὸν πατέρα ἐλθὼν εἶπεν· Ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Τί οὖν αὐτῷ τὸ ῥῆμα τὸ ἐνεργεῖν τὰ πάντα ἐν πᾶσιν αὐθεντίαν μηνύει; Ναί φησι. Καὶ ὑπεροχὴν ὑπερβάλλουσαν κηρύττει; Ναί φησι. Δέχομαί σου τὰς ὁμολογίας, ἐὰν ἐμμένῃς ταῖς συνθήκαις. Ἴδωμεν τοίνυν τί σαφέστερον τὸ σκεῦος τῆς ἐκλογῆς ,ὁ πνεύματι κυβερνώμενος ἁγίῳ, περὶ αὐτῆς ὑποτίθεται τῆς ζητήσεως. Ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. Τῷ μὲν γὰρ δίδοται λόγος σοφίας κατὰ τὸ αὐτὸ πνεῦμα· ἑτέρῳ δὲ λόγος γνώσεως ἐν αὐτῷ τὸ πνεύματι; ἑτέρῳ δὲ χαρίσματα ἰαμάτων κατὰ τὸ αὐτὸ πνεῦμα· ἑτέρῳ προφητεία· ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν· ἄλλῳ πίστις· ἄλλῳ χαρίσματα. Ταῦτα δὲ πάντα . Πρόσεχε ἀκριβῶς. Βλέπε λέξεως συμφωνίαν καὶ δυνάμεως. Ὁ μὲν διὰ τῶν πρώτων εἰρηκώς· Ὁ δὲ αὐτὸς θεὸς ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν ,ἐλθὼν εἰς τὸ πνεῦμα, ταύτην ἐπιμαρτυρεῖ τῷ πνεύματι τὴν δύναμιν· Ταῦτα δὲ πάντα φησὶν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Οὕτως οὐ λύεται ἡ ἁρμονία τῆς δοξολογίας, ὅταν τι τῶν ὀνομάτων τῆς ἁγίας τριάδος, ἢ πρῶτον ἢ δεύτερον ἢ τρίτον τίθεται. Τὸ γὰρ πρῶτον καὶ δεύτερον καὶ τρίτον οὐ φύσεως ἐμφαίνει διαφοράν, ἀλλὰ θεολογίας ὁδὸν ἀσύγχυτον. Πάλιν ὁ αὐτὸς ἀπόστολος, ἵνα δείξῃ πανταχοῦ ἀδιαφόρως ἑαυτὸν κεχρημένον ταῖς τῶν ὀνομάτων τάξεσιν, εὐτάκτως δὲ καὶ ἀσφαλῶς προσιόντα τῷ θείῳ κηρύγματι, λέγει Θεσσαλονικεῦσι γράφων· Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁ θεὸς ὁ πατὴρ ἡμῶν. Πρῶτον, Παῦλε, τὸν υἱὸν καὶ τότε τὸν πατέρα κηρύττεις; Τὸ γὰρ πρῶτόν φησιν εἰς τάξιν ἐξέβαλες. Ἐγὼ πρῶτον καὶ δεύτερον, ἐὰν εἴπω, τὴν φύσιν ἀμέριστον ὑπολαμβάνω. Μᾶλλον δὲ οὐχ ὑπολαμβάνω, ἀλλ’ ἀσφαλῶς κηρύττω. Μὴ τοίνυν ὕβριζε τὰ θεῖα λόγια, μηδὲ συκοφάντει τὰ οὐράνια δόγματα. Εὑρίσκεις εἰκόνα τοιαύτην καὶ ἐν τῇ παλαιᾷ. Ὥσπερ γὰρ ἐνταῦθα Παῦλος ἀρξάμενος ἀπὸ τοῦ πνεύματος, ἦλθεν εἰς τὸν υἱὸν καὶ ἀπὸ τὸν υἱὸν πάλιν εἰς τὸν πατέρα καὶ τὸ τρίτον τῇ τάξει τῶν ὀνομάτων ἐποίησε πρῶτον, οὐ τὴν τοῦ κηρύγματος τάξιν μεταβαλών, ἀλλὰ τὴν ἀδιάφορον τῆς θεολογίας γνῶσιν ἐμφαίνων. Οὕτω καὶ ἐν τῇ παλαιᾷ τὸν αὐτὸν τύπον εὑρήσεις ὥσπερ ἐν εἰκόνι προλάμποντα. Τίς οὐκ οἶδεν ἡμῶν, ἀδελφοί, ὅτι τὸν Ἀβραὰμ πρῶτον τάττει ἡ γραφή, δεύτερον δὲ τὸν Ἰσαὰκ καὶ τρίτον τὸν Ἰακώβ; Ἐγὼ γὰρ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ. Καὶ εἰκότως ἡ γραφὴ κηρύττει πρῶτον τὸν γεννήσαντα, εἶτα τὸν γεννηθέντα, ἔπειτα τὸν ἐξ ἐκείνου. Ἀλλ’ ἐπειδὴ ἡ φύσις ἦν ἀμέριστος, εἰ καὶ τοῖς χρόνοις διετέμνετο διὰ τὴν ἀκολουθίαν, οὐκ ὤκνησεν ὁ θεὸς μεταβαλεῖν τὴν τάξιν, ἵνα τὴν ὁμολογίαν ἀναδείξῃ. Λέγει γὰρ ἐν τῷ Λευιτικῷ –Λέγω γὰρ καὶ τὸν τόπον, ἵνα μὴ συκοφαντήσῃς τὰ λεγόμενα. –· Ἐὰν δὲ ἁμάρτωσιν οἱ υἱοὶ Ἰσραήλ, παραδώσω αὐτοὺς εἰς ἔθνος ἀλλότριον καὶ πορεύσονται ἐκεῖ καὶ λατρεύσουσι θεοῖς ἑτέροις. Προμηνύων τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν φησί· Καὶ πορεύσονται ἐκεῖ καὶ λατρεύσουσι θεοῖς ἑτέροις. Τότε αἰσχυνθήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος. Καὶ μετὰ βραχέα· Καὶ μνησθήσονται τῆς διαθήκης Ἰακὼβ καὶ τῆς διαθήκης Ἰσαὰκ καὶ τῆς διαθήκης Ἀβραάμ.