Ancient Greek · ~21 min
Section 7
Severianus Gabalensis, De serpente homilia 7.1
Not analysed yet
Ἐπαναλήψομαι τὸ ῥῆμα. Ὁ γὰρ κρότος ἐκάλυψε τὴν ὑπόθεσιν. Ἐκεῖ φησιν αἰσχυνθήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος καὶ ἐπιστρέψουσι πρός με καὶ ἰάσομαι αὐτούς . Οὐδέπω ἀπειλὴ καὶ τὴν καταλλαγὴν ἐπαγγέλλεται. Καὶ ἀνάξω αὐτοὺς εἰς τὴν γῆν τῶν πατέρων αὐτῶν καὶ μνησθήσομαι τῆς διαθήκης Ἰακὼβ καὶ τῆς διαθήκης Ἰσαὰκ καὶ τῆς διαθήκης Ἀβραάμ . Ὁρᾷς πῶς μεταβάλλει τὴν τάξιν, ἵνα δείξῃ τὴν ὁμοτιμίαν; Οὐ γὰρ πρῶτον ἐποίησε τὸν Ἰακὼβ τοῖς χρόνοις, ἀλλὰ τῇ ἀδιαφορίᾳ κατεχρήσατο, ἵνα δείξῃ τὴν ὁμοτιμίαν. Ἀλλ’ ἐπὶ μὲν τῶν πατριαρχῶν χρόνος μερίζει τοὺς καρποὺς ἀπὸ τῆς ῥίζης. Θνητὴ γὰρ ἡ φύσις καὶ τῶν φύντων καὶ τῶν γεγεννηκότων. Τῆς δὲ ἁγίας καὶ ἀθανάτου προσκυνητῆς τριάδος τὴν φύσιν οὐ τέμνει λόγος, οὐ μερίζει χρόνος, οὐ διιστῶσιν αἰῶνες. Οὐδὲν γὰρ μεταξὺ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ποιητὴς τῶν αἰώνων ὁ μονογενής. Ἄκουε τοῦ θείου καὶ γενναίου κήρυκος ὧδέ τι περὶ πατρὸς εἰρηκότος· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσι ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Οὐδὲν τοίνυν μεταξὺ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Οὐδεὶς χρόνος ἢ διάστημα χρόνου. Πρὸ τῶν αἰώνων πατήρ, πρὸ τῶν αἰώνων υἱός. Αὐτὸς γὰρ ἐποίησε τοὺς αἰῶνας . Πρὸ τῶν αἰώνων τὸ ἅγιον πνεῦμα. Οὐδαμοῦ σχίζεται ἡ φύσις· οὐδαμοῦ μερίζεται ἡ δύναμις. Πρόσεχε ἀκριβῶς. Βασιλεύει ὁ πατήρ, βασιλεύει ὁ υἱός, βασιλεύει τὸ πνεῦμα τὸ ἅγιον. Οἶδα ταύτῃ χρησάμενος τῇ ἀποδείξει. Ἀλλὰ τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές . Βασιλεύει πατὴρ κατὰ τὸ ὁ θεὸς ἡμῶν βασιλεὺς εἰς τὸν αἰῶνα . Βασιλεύει υἱός· Δώσει γὰρ αὐτῷ κύριος τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας. Βασιλεύει τὸ πνεῦμα τὸ ἅγιον. Ὁ μὲν γὰρ Ἡσαΐας εἶπε· Καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ εἶπε πρός με· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε, καὶ τὰ ἑξῆς. Ὁ δὲ ἀπόστολος εἰς τὸ πνεῦμα τὸ ἅγιον ἐκλαμβάνει τὴν τοῦ προφήτου θεολογίαν. Ἐκείνου εἰρηκότος· Εἶδον τὸν βασιλέα κύριον σαβαὼθ καὶ εἶπέ μοι· Πορεύθητι καὶ εἰπὲ τῷ λαῷ τούτῳ ,ὁ Παῦλος βασιλέα κύριον σαβαὼθ εἰς τὸ πνεῦμα τὸ ἅγιον ἐκλαμβάνων ἐν τῇ Ῥώμη τοῖς Ἰουδαίοις διαλεγόμενός φησι· Καλῶς τὸ πνεῦμα τὸ ἅγιον εἶπε πρὸς τοὺς πατέρας ἡμῶν διὰ τοῦ προφήτου Ἡσαΐου λέγον· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ τὰ ἑξῆς. Ἡσαΐας ἔλεγε· Τὸν βασιλέα σαβαὼθ εἶδον, καὶ εἶπε πρός με· Εἰπὸν τῷ λαῷ τούτῳ. Καὶ ὁ Παῦλος λέγων τῷ ἁγίῳ πνεύματι ἀνέθηκε τὴν αὐθεντίαν. Οὐκοῦν βασιλεὺς καὶ κύριος σαβαὼθ τὸ πνεῦμα τὸ ἅγιον τὸ εἰρηκὸς τῷ Ἡσαΐᾳ· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε ,καὶ τὰ ἑξῆς. Ἤκουσα γὰρ φωνῆς κυρίου λέγοντος· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ. Κύριος ὁ πατήρ, κύριος ὁ υἱός· Εἶπε γὰρ ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Κύριον τὸ πνεῦμα τὸ ἅγιον. Ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν· ὅπου δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία. Μή τις νομίζῃ, ὅτι μεῖζόν ἐστιν ὄνομα τὸ πρῶτος θεός, τὸ δεύτερον δὲ ὄνομα τὸ κύριος. Ἐπὶ γὰρ τῆς ἀθανάτου φύσεως καὶ κύριος καὶ θεός, κἂν μὴ τὴν αὐτὴν δύναμιν ἔχῃ ἡ λέξις, ἀλλὰ τὴν αὐτὴν ἀξίαν κηρύττει. Τί γάρ; Ὁ θεὸς ὄνομα πρῶτον; Εἰ δεύτερον δὲ τὸ κύριος, οὐκ ἂν τῷ δευτέρῳ ὡς πρώτῳ ὁ Μωϋσῆς ἐχρήσατο λέγων· Κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν. Ἐχρῆν γάρ, εἰ ἄρα, τοῦ πρώτου πρῶτον ἐπιμνησθέντα εἰπεῖν· Ὁ θεός σου κύριος εἷς ἐστι. Ἀλλ’ ἵνα δείξῃ τὸ ἀδιάφορον τῶν ὀνομάτων κύριος εἶπε πρῶτον, εἶτα θεός. Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν. Κύριος τοίνυν ὁ πατήρ, ὁ υἱὸς κύριος, κύριος τὸ πνεῦμα τὸ ἅγιον. Ἀλλ’ ὁ Παῦλος λέγει· Εἷς κύριος. Εἰ εἷς κύριος, πῶς κύριος καὶ κύριος; Δηλονότι μία ἡ κυριότης. Οὕτω καὶ εἷς θεὸς, φησὶν ὁ Παῦλος· Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα. Ἆρα οὖν φησι τὸν μὲν πατέρα θεὸν εἶπε, τὸν δὲ υἱὸν κύριον. Ἴδωμεν, ἀδελφοί, ἴδωμεν, παρακαλῶ, εἰ τὸ κύριος δεύτερον ὄνομά ἐστι τῆς θεϊκῆς ἀξίας καὶ οὐκ ἀληθῶς καὶ πρῶτον καὶ ἁρμόζων ἐστὶ καὶ ὑπὸ τῆς ἁγίας γραφῆς μεμαρτυρημένον. Ἀναγκαῖον γὰρ ὄντως καὶ ἡμᾶς εἰπεῖν μετὰ σπουδῆς καὶ ὑμεῖς ἀκοῦσαι μετὰ προθυμίας καὶ ἐκείνους παιδευθῆναι μετὰ ἀληθείας. Τίς οὖν ἡμῖν μαρτυρήσει λόγος, ὅτι τὸ κύριος ὄνομα καὶ πρῶτόν ἐστι καὶ τῆς μεγαλοπρεποῦς δόξης ἴδιον; Ἄκουε τοῦ προφήτου Δαυίδ· Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν. Καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος. Ἐνδέχεται τὸν ἐχθρὸν εἰπεῖν περὶ τοῦ σωτῆρος λόγου· ὄνομα γὰρ τοῦ Χριστοῦ κύριος· ὄνομα τοῦ πατρὸς θεός. Πάλιν ὅρον ἀπαιτῶ τῶν προκειμένων. Τῶν αἱρετικῶν στοιχεῖς τῷ λόγῳ; Ἐμμένεις ταῖς συνθήκαις; Φοβοῦμαι γάρ σου τὸ παλίμβολον. Ὅταν ἐλεγχθῇς καὶ ἐκ ταύτης τῆς ἀληθείας προσφύγῃς ἑτέρᾳ θεωρίᾳ, κἂν ἐκεῖ συλληφθῇς, φεύγεις εἰς ἕτερον ἀγνωμοσύνης στοιχεῖον, δέον μὴ φεύγειν ἀλήθειαν λάμπουσαν, φωτίζουσαν. Οὐκ ἐλαύνει γὰρ φωτίζουσα, ἀλλὰ γὰρ φεύγει ὁ ἀσεβὴς μηδενὸς διώκοντος .