Ancient Greek · ~15 min
Section 8
Severianus Gabalensis, De serpente homilia 8.1
Not analysed yet
Ἡμεῖς δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Γνώτωσαν, ὅτι ὄνομά σοι κύριος. Εἰ τοῦ πατρὸς μέμνηται, οὐκοῦν μάθε ὅτι ὄνομα τοῦ πατρὸς κύριος. Καὶ εἰ τοῦ πατρὸς ὄνομα κύριός ἐστι, φησὶν Παῦλος Εἷς κύριος Ἰησοῦς Χριστός . Ἀλλὰ κύριος ὁ πατήρ, κύριος ὁ υἱός. Οὐκοῦν ὡς κοινωνὸς τοῦ ὀνόματος κοινωνὸς καὶ τῆς ἀξίας. Ἀλλ’ ὁ Ἰουδαῖος παραιτεῖται εἰπεῖν, ὅτι οὐ περὶ τοῦ πατρὸς εἶπεν, ἵνα τὸ κύριος τῷ υἱῷ ἁρμόσας, τηρήσῃ τῷ πατρὶ τὸ θεός . Δέχομαι τὸν ὅρον καὶ τὴν συνθήκην. Οὐ μερίζω τὴν ἀξίαν τῶν ὀνομάτων, ὡς πολλάκις ἔφθην εἰπών, τῆς προσκυνητῆς τριάδος, ὅτι ἡ ἐκκλησία ἀμέριστον ἔχει τὴν δόξαν. Τῇ δὲ σῇ ταλαιπωρίᾳ συγκαταβαίνω, καὶ λέγω· Δεδόσθω· γνώτωσαν, ὅτι ὄνομά σοι κύριος . Τί οὖν ποιεῖς τῷ ἐπαγομένῳ ῥήματι· Σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν ; Ἄρα κατὰ τὴν σὴν ἀσθένειαν καὶ κατὰ τὴν διδασκαλίαν, οὐκέτι πατὴρ ὁ ὕψιστος, διότι μόνος ὕψιστος ὁ υἱός. Ἐνταῦθα, ἀδελφοί, οὐ κύματα θαλάσσης ἐστὶν, ἵνα συμπνίξῃ, ἀλλ’ ἀγάπης κύματα, ἵνα ἁγιάσῃ. Πλὴν Χριστοῦ φθεγγομένου καὶ κηρυττομένου, ἡσυχία τὸ σκάφος τοῦτο τὸ θεοφιλὲς ἀγέτω. Ἄτοπον γὰρ τὴν μὲν θάλασσαν θεασαμένην τὰ ἴχνη τοῦ δεσπότου καὶ ἀκούσασαν σιώπα, πεφίμωσο ,αἰδεσθῆναι τὴν αὐθεντίαν, τὴν δὲ ἐκκλησίαν μὴ πεισθῆναι τῷ ἑαυτῆς νυμφίῳ τὰ ῥήματα τῆς ζωῆς φθεγγομένῳ καὶ θείαν ὡς ἀληθῶς χάριν ἐπὶ τῶν χειλέων ἔχοντι· Ἐξεχύθη γὰρ χάρις ἐν χείλεσί σου. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Γνώτωσαν, ὅτι ὄνομά σοι κύριος. Ὃ θέλεις, ἐπίλεξαι, οὐχ ὡς ἐν τῇ σῇ ἐξουσίᾳ τῆς ἐκλογῆς κειμένης. Οὐδὲ γὰρ ὅτε Ἰησοῦς ὁ τοῦ Ναυῆ εἶπε πρὸς τὸν λαόν· Ἐκλέξασθε ὑμῖν πρὸς τὴν σήμερον τίνι λατρεύσατε ἢ τοῖς θεοῖς, οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἢ κυρίῳ τῷ θεῷ ἡμῶν ,οὐ πάντως ἐν τῇ ἐξουσίᾳ τῶν ἀνθρώπων ἔδωκε τὴν ἐκλογήν, ἀλλ’ ἵνα δείξῃ ὅτι τῇ προαιρέσει τῶν ἀγαπώντων τὸν θεὸν ἀκολουθεῖ ἡ εὐσέβεια. Καὶ ἀλλαχοῦ ὁ αὐτός· Μάρτυρες ὑμεῖς καθ’ ἑαυτῶν ὅτι ὑμεῖς ἐξελέξασθε τὸν κύριον λατρεύειν αὐτῷ. Ὥσπερ ἐκεῖ ἡ ἐκλογὴ τοῦ θεοῦ τὴν ἀξίαν οὐχ ὕβρισεν, ἀλλὰ τὴν προαίρεσιν τῶν εὐσεβούντων ἔδειξεν, οὕτω καὶ νῦν, ἐὰν δῶ τῇ προαιρέσει τὴν ἐκλογήν, οὐ τὴν ἀξίαν ὑβρίζω, ἀλλὰ τὴν προαίρεσιν δοκιμάζω. Τὸ γνώτωσαν ὅτι ὄνομά σοι κύριος ἄρα περὶ πατρὸς εἴρηται ἢ περὶ υἱοῦ; Εἰ μὲν γὰρ περὶ πατρὸς καὶ ὄνομα τοῦ πατρὸς κύριος, ὄνομα καὶ τοῦ υἱοῦ κύριος. Εἷς γὰρ κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα. Ἄρα τὸ ἀξίωμα ὥσπερ κοινὸν καὶ τὸ ὄνομα. Ἀλλὰ τοῦ υἱοῦ ὄνομα τὸ κύριος . Αὐτὸς οὖν μόνος κύριος ὁ υἱός. Σὺ γὰρ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Ἄρα οὖν, ὅτε εἷς καὶ μόνος κύριος ὁ υἱός, ἀλλότριος τῆς κυριότητος ὁ πατήρ; Μὴ γένοιτο. Οὐδὲ γὰρ ὁ πατὴρ ὅτε κηρύσσεται μόνος εἷς ὁ θεός, ἐκβάλλεται ὁ υἱὸς τῆς θεότητος. Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. Οὔτε οὖν τὸ θεὸς ὁ πατήρ ἀφορίζει τὸν υἱὸν τῆς θεότητος. Καὶ γὰρ θεὸς ὁ λόγος . Οὔτε μὴν ὁ υἱός, ὅταν λέγηται εἷς κύριος ,ἀλλότριον δείκνυσι τὸν πατέρα τῆς κυριότητος. Εἶπε γὰρ ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Κύριος οὖν ὁ πατήρ, κύριος ὁ υἱός, κύριος τὸ πνεῦμα τὸ ἅγιον. Ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν. Ἀλλὰ πάλιν ὁ αἱρετικὸς παροξύνεται ἀνακύψας καὶ κύριον ἀκούσας τὸ πνεῦμα τὸ ἅγιον διαρρήγνυται. Καὶ πῶς, φησί, τὸ πᾶν κύριος, ὁπότε διὰ τοῦ προφήτου Δαυὶδ φθεγγόμενον ἀνυμνεῖ τὸν υἱὸν λέγον· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου ; Ὁρᾷς, φησί, τὸ πνεῦμα τὸ λαλοῦν διὰ τοῦ προφήτου ὁμολογεῖν κύριον ἑαυτοῦ καὶ τὸν πατέρα καὶ τὸν υἱόν; Τί οὖν, ἀδελφοί; Ἵνα μὴ πλεῖον ἡ λέξις προσενεχθεῖσα ἀμφίβολος γένηται τοῖς ἀκροαταῖς ἐπ’ αὐτὴν ἥξω τὴν ἐξέτασιν τοῦ λογου, πᾶσαν ὑμῖν ἀναπτύξω τῆς λέξεως τὴν θεωρίαν.