Ancient Greek
Section 3
Severianus Gabalensis, Homilia de pace 3
Not analysed yet
Εἴπωμεν ὑμῖν τοῦ διαβόλου τὴν τέχνην καὶ πρὸ ἡμῶν οὐκ ἠγνοεῖτε τὰ νοήματα. Εἶδεν ὁ σατανᾶς τὴν ἐκκλησίαν πίστεως τετειχισμένην. Εἶδεν δογμάτων εὐσεβείας ἐστεφανωμένην. Εἶδεν καὶ ἰδὼν ἐτάκη· ἰδὼν ἐλύσσησεν· ἰδὼν ἐμάνη. Ἐπειράθη διασκεδάσαι Χριστοῦ δόξαν, αλλ' οὐκ ἴσχυσεν Οὔτε γὰρ Χριστοῦ λύεται δόξα, οὔτε ἱερέων ἀφανίζεται εἰρήνην. Οὐδὲν ὤνησεν ἡ ἐκείνου κακία. Ἡ γὰρ τῶν ἀδελφῶν ὁμόνοια τὸν τῆς εἰρήνης ἡγήσατο λόγον. Χριστὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν. Εἰρήνη Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ἡμῶν.