Ancient Greek
Section 4
Severianus Gabalensis, Homilia de pace 4
Not analysed yet
Προσέχετε δὲ μετὰ ἀσφαλείας πῶς ὁ θεὸς τὸ κάλλος τῆς εἰρήνης ἁπλοῖ καὶ δείκνυσιν αὐτὴν καὶ ἐν προφήταις ἀκμάζουσαν καὶ ἐν ἀποστόλοις λάμπουσαν καὶ ἐν μάρτυσι χορεύουσαν. Ἔξω εἰρήνης μηδὲν δυνατὸν συστῆναι μήτε τῶν ἐν οὐρανῷ, μήτε τῶν ἐπὶ γῆς. Εἰρήνη νόμου στόμα. Εἰρήνη προφητῶν γλῶσσα. Εἰρήνη ἀποστόλων διδασκαλία. Εἰρήνη μαρτύρων καὶ προφητῶν ἐπιθυμία. Τίς ἐπιθυμία τῶν προφητῶν; Κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. Ἐδέξατο τὴν δέησιν ὁ βασιλεύς. Ἔδει αὐτὸν ὑποσημειώσασθαι τὴν δέησιν καὶ τῇ ἐπιγραφῇ οἰκείως ἀποκριθῆναι πρὸς τὴν δέησιν. Τί θέλετε, φησίν, ἄνθρωποι, εὐσεβείας σύντροφοι; Κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. Δίδωμι τὴν χάριν, ὑποσημειοῦμαι καὶ ἀντιγράφω. Ὑπεσημειώσατο ὁ βασιλεὺς δι’ ἑαυτοῦ. Πληρῶ ὑμῶν τὴν δέησιν. Τῶν προφητῶν λεγόντων· Κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν ,τί οὖν διὰ τῆς εὐαγγελικῆς αὐτοῖς ἀποκρίνεται χάριτος; Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Διὰ τί δίδωμι ; διὰ τί ἀφίημι ; Ἐπειδὴ καὶ κατὰ σάρκα καὶ κατὰ θεότητα θεωρεῖται πᾶς ὁ τοῦ Χριστοῦ δοῦλος. Ἀπεδήμει δὲ κατὰ σάρκα, μένων κατὰ θεότητα. Εἶπεν καὶ ἀφίημι καὶ δίδωμι . Ἀφίημι ὡς ἀναλαμβανόμενος· δίδωμι ὡς συμπολιτευόμενος. Εἰρήνη δὲ ὑπογέγραπται σύνθεμα τοῦ δρόμου τῶν ἀποστόλων. Ὡσπερ γὰρ συνθέματα δημόσιου δρόμου, ἐὰν μὴ ᾖ βασιλικῇ σφραγισθέντα χειρί, ἀβέβαια· οὕτως ὁ δρόμος τῶν ἀποστόλων, εἰ μὴ σύνθεμα ἔλαβεν εἰρήνης, οὐκ ἂν ἴσχυσεν διελθεῖν τὸν κόσμον πολέμου γέμοντα. Οἷον οὖν ἐστι τὸ τῆς εἰρήνης σύνθεμα λεγέτω Ἡσαΐας· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά, τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. Εἶδες τὸ τῆς εἰρήνης σύνθεμα; Ἄκουε καὶ τοῦ εὐαγγελικοῦ λόγου τὸ προοίμιον. Εὐαγγελικοῦ λόγου προοίμιον εἰρήνη. Ἄκουε τοῦ σωτῆρος λέγοντος· Εἰς δ’ ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, λέγετε εἰρήνη τῷ οἴκῳ τούτῳ. Εἰρήνη συγκροτεῖ ἱερέως ψυχήν· δίδωσιν ὦτα ἀνεῳγμένα τοῖς ἀκροωμένοις. Πρὸ γὰρ τῶν λόγων εἰρήνη λάμπουσα φωτίζει τῶν ἀκουόντων τὴν διάνοιαν. Διὰ γὰρ τοῦτον τὸν ἀρχαῖον τῆς ἱερωσύνης τρόπον ὁ θεὸς ἐκθείάζων ἔλεγεν· Ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μεθ’ ὑμῶν καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας, ὅτι χείλη ἱερέως ἐφύλαξεν γνῶσιν καὶ νόμον ἐκζητήσουσιν ἐκ τοῦ στόματος αὐτοῦ, ὅτι ἄγγελος κυρίου παντοκράτορός ἐστιν. . Εἶδες ἱερωσύνης ἡνίαν καὶ χαλινόν, χαλινὸν τῶν ἡνιοχουμένων εἰρήνην. Θέλεις καὶ ἕτερον ξένον μαθεῖν; Εἰρήνη τὸ πρῶτον καὶ ἀρχαῖον τοῦ θυσιαστηρίου ὄνομα. Ἐν ἀρχῇ γὰρ θυσιαστήριον εἰρήνης ἐκλήθη, ἐπειδὴ πᾶσα μικροψυχία ἐν θυσιαστηρίῳ λύεται καὶ λύπη καὶ ἔχθρα. Ἀπ’ ἀρχῆς ἔπηξεν ὁ θεὸς ὄνομα τῷ θυσιαστηρίῳ Εἰρήνην. Πόθεν τοῦτο; Καὶ ᾠκοδόμησε Γεδεὼν θυσιαστήριον τῷ κυρίῳ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Εἰρήνην κυρίου.