Ancient Greek
Section 22
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 22
Not analysed yet
Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ. Ὅτε οὖν τὸ Πνεῦμα τὸ ἅγιον ἐπεφοίτησεν αὐτοῖς τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς, ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν, ἵνα τῷ Πνεύματι ὦσιν βεβαπτισμένοι, ὡς ἐν ὕδατι. Συμπλέκει δὲ τῇ ἀοράτῳ ὄψει τὴν ὁρωμένην, τὴν τῶν γλωσσῶν. Ἐβαπτίσθησαν οὖν ἐν Πνεύματι. Καὶ ὅτι αὐτὸ τοῦτο τὸ βαπτισθῆναι ἦν Πνεῦμα ἅγιον λαβεῖν, μαρτυρεῖ ἄλλη ἱστορία. Ἐγκαλουμένου γὰρ Πέτρου παρὰ τῶν μαθητῶν· Διὰ τί εἰσῆλθες πρὸς ἄνδρας Ἕλληνας καὶ κατήχησας αὐτούς, καὶ βαπτίσματος καὶ μυστηρίων μετέδωκας; λέγει· Ἐγὼ ἤμην ἐν Ἰόππῃ τῇ πόλει, Κορνήλιος δέ τις ἑκατοντάρχης ἀπέστειλε πρός με· καὶ ἀπελθὼν ἐδίδασκον τὸν λόγον· ἐγένετο δὲ ἐν τῷ λαλεῖν με, ἐπέπεσεν ἐπ’ αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ. Καὶ ἵνα δείξῃ ὁ Πέτρος, ὅτι τὸ λαβεῖν τοὺς περὶ Κορνήλιον τὸ Πνεῦμα, βάπτισμα ἦν, λέγει εὐθέως· Ἐμνήσθην τῶν ῥημάτων τοῦ Κυρίου, ὡς ἔλεγεν, ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ.