Ancient Greek
Chapter 3
Severianus Gabalensis, In cosmogoniam homilia 1 3.1
Not analysed yet
Βλέπε πῶς ἡρμήνευσε καὶ ὅτι διάβολός ἐστι καὶ ψεύστης ἐστί . Καὶ πῶς ἐψεύσατο; Εἶπεν ὁ ὄφις τῇ γυναικί· Τί, ὅτι εἶπεν ὑμῖν ὁ θεὸς μὴ φαγεῖν ἀπὸ παντὸς ξύλου; Εἶδες τὸν ψεύστην; Ὁ θεὸς εἶπεν· Ἀπὸ παντὸς ξύλου φάγεσθε, ἀπὸ δ’ ἑνὸς μὴ φάγητε. Ὁ ψεύστης λέγει· Διὰ τί εἶπεν ὁ θεὸς ἀπὸ παντὸς ξύλου μὴ φαγεῖν ὑμᾶς; Μὴ ψεύδεται ἡ τοῦ Χριστοῦ φωνή· Ἐκεῖνος ψεύστης ἐστίν. Ἐψεύσατο δέ, καὶ τοῦτο δεινῶς· Ὅταν γάρ τις θέλῃ κακοηθεύσασθαι πρᾶγμα, εἰς χρείαν προσποιεῖται ἄγνοιαν, ἵνα ἀνύποπτον εἰσαγάγῃ τὴν σκαιωρίαν, ἀντὶ τοῦ οὐκ οἶδα, φησίν, οὐκ ἔστι κατασκευή· ἁπλοῦς ἦλθον, οὐδὲν οἶδα. Οὐκ ἐπειράθητε τοιούτων πολλῶν; οὐκ οἴδαμεν τῶν δολίων τὰ ἔργα; τοιαῦτα οὐ ῥάπτουσι πράγματα καὶ προσποιοῦνται ἄγνοιαν; Οὕτω καὶ ὁ διάβολος· Τί ὅτι εἶπέ φησιν ὑμῖν ὁ θεός; ,ἀντὶ τοῦ παρήκουσα, οὐ καλῶς ἤκουσα, μὴ φαγεῖν ὑμᾶς ἀπὸ παντὸς ξύλου. Ἡ γυνὴ νομίσασα ἄγνοιαν εἶναι, διορθοῦται τὴν λέξιν. Οὐχ οὕτω, φησίν, εἶπεν· οὐκ εἶπεν ὁ θεὸς μὴ φαγεῖν ἀπὸ παντὸς ξύλου, ἀλλ’ ἀπὸ παντὸς μὲν ξύλου ἐπέτρεψεν, ἀπὸ δὲ ἑνὸς ἐκώλυσεν. Εἶπε γὰρ ὑμῖν· Μὴ φάγητε, ἵνα μὴ ἀποθάνητε. Ἔδοξε μανθάνειν, ὃ οὐκ ᾔδει· λοιπὸν οὐχ ὑπωπτεύετο ὡς ἐγκατάσκευος καὶ λέγει αὐτῇ· Οὐ θανάτῳ ἀποθανεῖσθε. Ἴδε ἄλλο ψεῦδος. Τοῦτο γὰρ θεοῦ εἰπόντος ᾗ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε, λέγει ὁ διάβολος οὐκ ἀποθανεῖσθε. Τοῦτο δεύτερον ἐψεύσατο. ᾜδει γὰρ ὁ θεός φησιν, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοί. Ἴδε τρίτον ψεῦδος. Ὅρα τὴν ἐγκατάσκευον κακίαν τοῦ διαβόλου. Ἤδη προμελετᾷ κατασπεῖραι τῷ κόσμῳ τὴν πλάνην. Καὶ ἐπειδὴ ἐμελέτησεν, ὡς προεῖπον, πολυθείαν ἐγεῖραι τῷ κόσμῳ, προλαβὼν ὡς ἐν διηγήματι, κατέσπειρεν εἰς τὰς ἀκοὰς τῆς γυναικὸς ἔμφασιν τοῦ εἶναι πολλοὺς θεούς. Ἀλλ’ ὁ μὲν τῆς κακίας τεχνίτης οὕτω προκατέσπειρε τὴν ἔννοιαν τῶν θεῶν, ὁ δὲ θεὸς προειδὼς ᾠκονόμησε, τὴν πλάστην τὴν μέλλουσαν μὴ λαληθῆναι ἀνθρωπίνῳ στόματι, ἵνα μὴ πρώτη λογικὴ φωνὴ περὶ θεῶν φθέγξηται, ἀλλὰ πρῶτον στόμα ὄφεως, ἵνα πᾶν στόμα λαλοῦν περὶ εἰδώλων τῷ στόματι ἐκείνου ἀπεικάζηται. Οἶδα, ὅτι καὶ τῇ φωνῇ συγγινώσκετε καὶ τὰς ἐννοίας τὰς ἁγίας τῶν γραφῶν ἁρπάζετε. Μηδεὶς οὖν περὶ τὸν κόμπον τῆς φωνῆς ἀσχολείσθω, ἀλλὰ περὶ τὴν τῶν νοημάτων δύναμιν. ᾜδει γάρ φησιν ὁ θεός, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν. Λέγουσι πολλοὶ καὶ μάλιστα οἱ τῷ θεοστυγεῖ Πορφυρίῳ ἀκολουθήσαντες τῷ κατὰ Χριστιανῶν συγγράψαντι καὶ τοῦ θείου δόγματος πολλοὺς ἀποστήσαντι· λέγουσι τοίνυν· Διὰ τί ὁ θεὸς ἀπηγόρευσε τὴν γνῶσιν τοῦ καλοῦ καὶ πονηροῦ; Ἔστω, τὸ πονηρὸν ἀπηγόρευσε· διὰ τί καὶ τὸ καλόν; Εἰπὼν γὰρ ἀπὸ τοῦ ξύλου τοῦ εἰδέναι καλὸν καὶ πονηρὸν μὴ φάγητε ,κωλύει, φησίν, αὐτὸν τοῦ εἰδέναι τὸ κακόν. Διὰ τί καὶ τὸ ἀγαθόν; Ἀεὶ ἡ κακία καθ’ ἑαυτῆς τεχνάζεται καὶ τὰς λαβὰς καθ’ ἑαυτῆς δίδωσιν. Οὐ τὴν γνῶσιν ἐκώλυσεν ὁ θεὸς τοῦ καλοῦ. Εἶχε γὰρ αὐτὴν ὁ Ἀδὰμ καὶ πρὸ τοῦ φαγεῖν. Εἰ γὰρ μὴ εἶχε γνῶσιν, πῶς γνωρίζει τὴν γυναῖκα; πῶς φυσιολογεῖ ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου ; πῶς δὲ καὶ προφητεύει τὰ μέλλοντα· Αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα ,καὶ τὰ λοιπά; Τοσαῦτα οἶδε καὶ οὐκ ᾔδει τὸ καλόν; Τὸν θεὸν ᾔδει, τὰ τοῦ θεοῦ ἐτήρει, γνῶσιν εἶχεν, ὀνόματα ἐπέθηκε τοσαῦτα . Πῶς οὐκ εἶχε γνῶσιν καλοῦ; Τί οὖν ἐστιν; Οὐ τὴν γνῶσιν κωλύει ὁ θεὸς τοῦ καλοῦ, ἀλλὰ θέλει μὴ εἶναι μετὰ τοῦ ἀγαθοῦ τὴν γνῶσιν τοῦ κακοῦ. Λύω δὲ τὸ σόφισμα τῆς ἀσεβείας ἀπὸ τῶν γραφῶν. Λέγει Παῦλος· Οὐ δύνασθε ποτήριον κυρίου πιεῖν καὶ ποτήριον δαιμονίων. Οὐ τὰ δύο ἐκώλυσεν, ἀλλ’ ἡγίασε μὲν τὸ ἅγιον, ἀπέρριψε δὲ τὸ ἐναγὲς καὶ βέβηλον. Οὕτω καὶ ὁ σωτήρ· Οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ ,κατὰ τὸ αὐτὸ καὶ θεῷ δουλεύειν καὶ δαίμονι ἀδύνατον. Οὕτως ὁ θεὸς ἐκώλυσε λαβεῖν γνῶσιν τοῦ πονηροῦ, ἵνα μὴ μιγῆται μετὰ τοῦ ἀγαθοῦ καὶ ἡ γνῶσις τοῦ κακοῦ.