Ancient Greek
Section 1
Severianus Gabalensis, In filium prodigum 1
Not analysed yet
Πρώην ἡμῖν ἡ μεγάλη καὶ θεοπρεπὴς τοῦ σωτῆρος ἐπιφάνεια πλουσίαν τράπεζαν παραθεῖσα, καὶ ὑπερχεόμενον κρατῆρα τῆς ἐνθέου φιλοσοφίας κεράσασα, ἅπαντα τὸν λαόν, μᾶλλον δὲ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην ἐμέθυσε. Μεθυσθήσονται γάρ, φησὶν ὁ προφήτης, ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ὅταν δὲ ἡ θεία γραφὴ λέγῃ μέθην, οὐκ οἶνον λέγει μεθύσκοντα, ἀλλὰ λόγον σοφίζοντα. Παρηκολούθησε δὲ τῇ τοῦ σωτῆρος παρουσίᾳ ὁ τῆς μετανοίας καρπός . Ἀκόλουθον γὰρ τῇ τοῦ σωτῆρος ἐπιλάμψει ἀκολουθῆσαι τοὺς καρποὺς τῆς μετανοίας . Διὰ τοῦτο χθὲς ἡμῖν ὁ περὶ ταύτης ἐγυμνάζετο λόγος. Πολὺ μὲν τῆς ἀξίας τῶν προκειμένων ἀπολιμπανόμενος, τῆς δὲ οἰκείας δυνάμεως οὐκ ἀφιστάμενος, περὶ μετανοίας ἐκινεῖτο λόγος, ὅ ἐστι φάρμακον σωτηρίας· καὶ ἰατρὸς ἐκηρύττετο ψυχῶν τε καὶ σωμάτων, οὐ φαρμάκῳ ἐπιθεραπεύων, ἀλλὰ νεύματι φιλανθρωπίας ἰώμενος. Ἐπειδὴ δὲ ἡ εὐαγγελικὴ ἀνάγνωσις παρέδραμεν ἡμῶν τὴν διάνοιαν ὧδε κἀκεῖσε περισπωμένων, ἀναγκαῖον σήμερον εἰς ὑμᾶς βραχέα περὶ ταύτης διελθόντας, καταπαῦσαι τὸν λόγον.