Ancient Greek
Section 2
Severianus Gabalensis, In filium prodigum 2
Not analysed yet
Ὁ σωτὴρ καὶ λόγῳ τὴν εὐσέβειαν ὑποτιθέμενος καὶ παραβολαῖς καὶ αἰνίγμασι καὶ διαφόροις τρόποις διδασκαλίας τὸ συμφέρον τοῖς πιστοῖς εἰσηγούμενος, εἶπε τινα παραβολὴν ἰσχυρὰν ἔχουσαν τῆς μετανοίας εἰκόνα. Ἄνθρωπος γάρ τις φησὶν εἶχε δύο υἱούς ,ὧν ὁ νεώτερος προσελθὼν ἠξίωσε τὸν πατέρα διελεῖν αὐτοῖς τὴν οὐσίαν. Ἔτυχεν ὧν ᾔτησε καὶ λαβών τὴν πατρῴαν οὐσίαν κακῶς διέθηκε. Καὶ τὴν μὲν ὑπόθεσιν ἴστε. Τὴν δὲ θεωρίαν ἄξιον εἰσαγαγεῖν ἐνταῦθα. Εἰ γὰρ καὶ τοῖς πολλοῖς διαφόρως πάρεστι νοῆσαι, ἀλλ’ αὐτὴ ἑαυτὴν σαφηνίζει τοῖς εὐγνώμοσιν ἡ ἀλήθεια.