Ancient Greek
Section 10
Severianus Gabalensis, In filium prodigum 10
Not analysed yet
Ἀλλ’ ἐνταῦθα ἀνακύπτει οἷόν τι καινὸν δρᾶμα τὸ πολυθρύλλητον ἐκεῖνο ζήτημα. Πολλοὶ γαρ ἐπιλαμβάνονται τῆς δημιουργίας. Καὶ διά τί φησιν ὁ ὄφις ἐν παραδείσω; Διὰ τί τὸ δένδρον ὑπόθεσιν τοσαύτην κακῶν ἤνεγκε; Διὰ τί ὁ δημιουργὸς τοιοῦτον φυτὸν ἐφύτευσε; Πῶς δὲ οὐκ ἄτοπον, ἄνθρωπον μὲν κηπωρὸν σπουδάζειν ἐναντία σπέρματα καὶ τὰς βοτάνας τὰς ἀλλοτρίας ἐξορίζειν τῶν οἰκείων σπερμάτων καὶ καθαρὰν φυλάττειν τὴν ἑαυτοῦ γῆν ἀπὸ τῶν ἐναντίων· Τὸν δὲ θεὸν τοσοῦτον καὶ τηλικοῦτον ἑδράσαντα παράδεισον, φυτὸν κατασκευάσαι ἀφ’ οὗ πηγάζειν ἔμελλεν ἡ τῶν κακῶν ὑπόθεσις; Ἐπὶ ταύτην ἡμᾶς ἄγει τὴν ἀκολουθίαν ὁ θεῖος Παῦλος λέγων· Φοβοῦμαι μήπως ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὸ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς Χριστόν. Τί οὖν, ἀδελφοί; Τὰ πολλὰ καὶ περιττὰ τῶν κατὰ μέρος ἐξεταζομένων ἀφέντες, ἐπὶ τὸ σύντομον ἔλθωμεν· Ὁ θεὸς πάντα καλὰ ἐποίησε· καὶ καλὰ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λίαν καλά . Ἡ γὰρ ἐπαγωγὴ τὸ ἄκρον τοῦ κάλλους δείκνυσι τῶν γενομένων πάντων. Δίδωσιν οὖν ὁ θεὸς τῷ Ἀδὰμ τὴν ἀφθονίαν, τὴν ἀπόλαυσιν, τὴν ἐξουσίαν ἀπολαύειν μὲν τοῦ παραδείσου, ἄρχειν δὲ τῶν ὁρωμένων. Ποιήσωμεν γὰρ ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς. Ἐνταῦθα δέδωκε τὴν ἐξουσίαν τοῦ παραδείσου· δέδωκε τὴν τρυφὴν καὶ τὴν ἀπόλαυσιν. Ἦν οὖν βασιλεὺς χειροτονητός ἔχων καὶ τὴν ἐξουσίαν τῶν ὁρωμένων καὶ τὴν ἀπόλαυσιν τοῦ παραδείσου. Ἐδέησεν οὖν ἐντολὴν δοθῆναι τῷ Ἀδὰμ γυμνάζουσαν τὴν ψυχὴν αὐτοῦ εἰς ὑπακοήν.