Ancient Greek
Section 11
Severianus Gabalensis, In filium prodigum 11
Not analysed yet
Πολλοὶ δέ φασιν· Οὐκ ᾔδει ὁ θεὸς ὅτι παραβήσεται ὁ Ἀδάμ; Διὰ τί οὖν ἐνομοθέτησε τῷ παραβῆναι μέλλοντι, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην συναγωνίσασθαί μοι τῷ λόγῳ κόπου γέμοντι. Ἀπολογούμεθα γὰρ ὑπὲρ τῆς πλάσεως, ὑπὲρ τοῦ θεϊκοῦ δημιουργήματος. Ἐποίησε τὸν ἄνθρωπον· πάντων αὐτῷ δέδωκε τὴν ἀφθονίαν· ἐντέλλεται αὐτῷ ἀπὸ πάντων φαγεῖν. Καὶ εἰ μὲν ἦν ἡ ἐντολὴ στενή, ἐπιτρέπουσα μὲν τῶν ὀλίγων ἅψασθαι, τῶν δὲ πλειόνων ἀπέχεσθαι, εὐπρόσωπος ἦν ἡ παράβασις, τῷ στενῷ τῆς ἀπολαύσεως ἀφορμὴν παρέχουσα τῇ ῥοπῇ τῆς προαιρέσεως. Εἰ δὲ ἡ μὲν ἀφθονία πολλή, τὸ δὲ κεκωλυμένον βραχύ, τίνος ἕνεκεν μὴ ἐτίμησε διὰ τῆς ὑπακοῆς τὸν εὐεργέτην; Ἀλλ’ ἐνδέχεται εἰπεῖν, ὅτι τῶν πολλῶν μὲν ἔδωκε τὴν ἀφθονίαν, τοιοῦτον δὲ κάλλος οὐκ εἶδεν ἐν ἑτέρῳ δένδρῳ. Ὡραῖον γὰρ τοῦτο τῇ ὁράσει, καὶ καλὸν τῇ γεύσει. Ἵνα οὖν καὶ ταύτην περιέλῃ τὴν εὐπρόσωπον ἀπολογίαν ὁ θεός, δέδωκε κάλλος ἐκείνῳ τῷ δένδρῳ, τοῦτο καὶ τοῖς ἄλλοις πᾶσιν ἐχαρίσατο. Λέγει γὰρ Μωϋσῆς· Καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν. Διὰ τί οὖν ἐδόθη ἠ ἐντολή; Ἵνα μάθῃ ὅτι ὑπὸ νόμον ἐστὶ καὶ δεσπότην. Καὶ διὰ τί ταύτην, καὶ οὐχ ἑτέραν δέδωκεν; Οὐκ ἦν ἄλλης ὑπακοῆς γυμνάσιον. Τί γὰρ ἐχρῆν τὸν θεὸν τῷ Ἀδὰμ εἰπεῖν; Μὴ κλέψης; Τὰ τίνος; Τί ἐχρῆν τὸν θεὸν νομοθετῆσαι; Οὐ φονεύσεις · τίνα; Οὐ μοιχεύσεις · τὴν τίνος; Οὐκ ἐπιθυμήσεις· τῶν τίνι διαφερόντων; Οὐκ εἶχεν ὕλην ἡ ἐντολή· οὐκ ἦν ὁ κόσμος, οὐδὲ ἡ νῦν τῷ κόσμῳ παροῦσα σύγχυσις. Ἀλλ’ ἐχρῆν πάντως εἰπεῖν Οὐ συκοφαντήσεις Ποῖον ἦν δικαστήρων; Τίνες οἱ κατηγοροῦντες; ἢ τίνες οἱ κατηγορούμενοι; Δίδωσιν αὐτῷ ἐντολὴν ἀπὸ τῆς προκειμένης ἀπολαύσεως, πάντων μὲν ἔχειν τὴν ἀφθονίαν, τούτου δὲ μόνου ἀπέχειν· ἵνα τῶν ἁπάντων τὴν ἀπόλαυσιν ἔχων, προτεταγμένην ἔχῃ τὴν δεσποτείαν τὴν κωλύουσαν τοῦ δένδρου· οὐκ ἐπειδὴ αὐτὸ τὸ δένδρον ἦν καλόν, ἀλλ’ ἡ παράβασις ἦν μοχθηρά. Ὥσπερ γὰρ νόμος μὲν φύσεως βούλεται νυμφοστολεῖσθαι γάμῳ νομίμῳ παρθένον, ἐὰν δέ τις παρθένος φθάσασα τοῦ πατρὸς τὴν προθεσμίαν ἢ τὴν ὥραν τοῦ γάμου, ἑαυτὴν ἐκδῷ πρὸς ἀσέλγειαν, ἀπαραίτητον ὑπέχει τοῖς νόμοις τὴν τιμωρίαν, οὐχ ὡς ξένον τι παθοῦσα παρὰ τὰς ἄλλας παρθένους, ἀλλ’ ὡς παρὰ τὸν νόμον τὸν ἀρέσκοντα τῷ πατρὶ ἑαυτὴν ἐκδοῦσα πρὸς ἁμαρτίαν καὶ τιμωρεῖται οὐ διὰ τὴν φύσιν τοῦ πράγματος, ἀλλὰ διὰ τὸν τρόπον τῆς παραβάσεως, οὕτω καὶ ὁ Ἀδὰμ ὑπεύθυνος γίνεται τῇ τιμωρίᾳ, οὐχ ὡς ἀπηγορευμένου τινὸς ἁψάμενος, ἀλλ’ ὡς τὸ τῇ ἐντολῇ ἀπηγορευμένον σφετερισάμενος.