Ancient Greek
Section 13
Severianus Gabalensis, In filium prodigum 13
Not analysed yet
Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἡ μὲν ἐξέτασις τῶν πεπλημμελημένων ἀπὸ τοῦ ἀπατηθέντος ἐπὶ τὴν ἀπατηθεῖσαν, ἡ δὲ ἀπόφασις ἐπὶ τὸν αἴτιον τῶν κακῶν. Πρῶτον ἡ θεία δίκη κατ’ ἐκείνου φέρει τὴν ψῆφον. Οὐ γὰρ ἀποφέρεται κατὰ τοῦ ἀνδρός, οὐδὲ κατὰ τῆς γυναικὸς εὐθέως, ἀλλὰ κατὰ τοῦ ὄφεως. Καὶ ὅρα τὸ μακρόθυμον τῆς δίκης. Οὐ καλεῖ τὸν ὄφιν ὁ θεὸς εἰς ἐξέτασιν. Οὐ γὰρ εἰς ἕτερον ἀναγαγεῖν τὴν αἰτίαν βούλεται, οὐδὲ εὑρεῖν ἀποφυγὴν ἑτέραν. Τί οὖν πρὸς αὐτόν; Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ὁ ὄφις ὄργανον ἦν φαινόμενον, ὁ δὲ διάβολος ἀοράτως ὁ διὰ τοῦ ὄφεως ἀπατῶν. Τίνος ἕνεκεν κατὰ τοῦ ὀργάνου ἡ τιμωρία καὶ οὐ κατὰ τοῦ αὐθέντου τῆς πονηρίας γίνεται ἡ θεία δίκη; Καὶ κατὰ τῆς ἁμαρτίας χωρεῖ καὶ κατὰ τοῦ ὀργάνου τῆς ἁμαρτίας. Οἶδας ὅτι καὶ τὸν λογισμὸν οὐκ ἔχοντι ταύρῳ, ἐὰν κερατίσῃ ὁ θεὸς θάνατον ὁρίζει τὴν δίκην, καίτοι λογισμὸν οὐκ ἔχοντι, ἀλλ’ αὐτὴν ὅλως τὴν ὁρμὴν κολάζει. Οὕτω τοίνυν καὶ ἐνταῦθα κατὰ τοῦ ὄφεως ἀποφαίνεται, δεικνὺς ὅτι εἰ τὸ ὄργανον τῆς ἁμαρτίας οὕτω τιμωρεῖται, πολλῷ μᾶλλον τὸν ἐνεργήσαντα κολάζει. Διὰ τοῦτο ὁ μακάριος Ἡσαΐας τὴν ἀπειλὴν ταύτην τὴν κατὰ τοῦ ὄφεως καλῶς ἐκλαβόμενός φησι· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις· ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ μεγάλην καὶ ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὄφιν τὸν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκοντα τῇ ἡμέρᾳ ἐκείνῃ. Δράκοντα καλεῖ τὸν διάβολον καὶ ὄφιν σκολιὸν αὐτὸν τῶν δαιμόνων ἄρχοντα. Οὕτω γοῦν καὶ ὁ σωτήρ φησιν· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Καί, ἵνα μὴ τὰ φαινόμενα ὑπολάβῃς, ἐπήγαγε· Καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.