Ancient Greek
Section 14
Severianus Gabalensis, In filium prodigum 14
Not analysed yet
Ἀλλ’ ὅταν ἀκούσῃς δράκοντα καὶ ὄφιν, μὴ ῥίζαν κακίας ὑπολάβῃς, ὥς φασιν οἱ Μανιχαῖοι. Οὐ γὰρ ἦν ῥίζα κακοῦ, οὐδὲ φύσις πονηρίας, ἀλλὰ ῥοπὴ παρανομίας. Ὁρᾷς φησι τὴν γραφήν, ὅπως αὐτὸν ὄφιν ἐκάλεσε καὶ δράκοντα καὶ ὥσπερ ξένην τινὰ φύσιν πονηρίας εισηγουμένην; Ἀλλὰ ταῦτα τῶν ἀσεβῶν τὰ ῥήματα κενὰ καὶ μάταια καὶ λογισμὸν οὐκ ἔχοντα. Καὶ ὅταν γὰρ πρὸς τοὺς ἀνθρώπους λέγῃ ὁ κύριος· Ὄφεις, γεννήματα ἐχιδνῶν ,οὐ τὴν φύσιν διαβάλλει, ἢ τὴν προαίρεσιν διαμάχεται. Οὕτως οὐ δεῖ λέξεσι πείθεσθαι, ἀλλὰ ταῖς ἐννοίαις παιδεύεσθαι.