Ancient Greek
Section 4
Severianus Gabalensis, In filium prodigum 4.1
Not analysed yet
Διὰ τί οὖν ὁ νεώτερος κακῶς τοῖς δοθεῖσι ἐχρήσατο; Αἴνιγμά ἐστι τὸ προκείμενον. Καὶ ὅπως ἄκουε. Ἀπ’ ἀρχῆς ἡ δικαιοσύνη ἦν καὶ ἐφαίνετο καὶ διέλαμπεν. Ἡ δὲ ἁμαρτία νεωτέρα τις ἐπεισήχθη τῷ κόσμῳ καὶ πρόσφατος. Διὰ τοῦτο ὁ πρῶτος υἱὸς οὐ τίθεται ἐν χώρᾳ τοῦ κακῶς δαπανήσαντος. Ἡ γὰρ ἀρχαία δημιουργία ἀπηρτισμένην εἶχε τὴν εὐπρέπειαν, ὅτε καινὸς ἦν ὁ κόσμος, καινὴν χάριν ἐκλάμπων, καινὴν εὐπρέπειαν. Μαρτυρεῖ γὰρ Μωϋσῆς τῷ κάλλει τῆς δημιουργίας λέγων· Καὶ ἦν πάντα καλά, οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ λίαν καλά . Ὥστε ἡ δικαιοσύνη πρώτη ἦν καὶ τὸ καλὸν ἀρχαιότατον. Ἡ δὲ ἁμαρτία νεωτέρα ἦν. Ἐπεισῆλθε γὰρ τῇ δικαιοσύνῃ καὶ ἐθόλωσε τὴν εὐπρέπειαν. Διεῖλεν οὖν αὐτοῖς ἐπίσης τὰ ὑπάρχοντα. Διὰ τί ἐπίσης; Οὐδὲν γὰρ πλέον ἔχουσιν οἱ δίκαιοι ἐν τῷ παρόντι βίῳ, ἐπειδὴ ἀνατέλλει τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ ἀγαθοὺς καὶ πονηρούς . Ἀλλ’ ὁ μὲν εἰς τὴν χώραν τῶν δικαίων εἰκονογραφούμενος οὐκ ἠθέλησε διελεῖν τὸν πατρῷον κλῆρον, ἀλλ’ ἔμεινε ὑπὸ τὴν τοῦ πατρὸς αὐθεντίαν. Ὁ γὰρ δίκαιος πάντοτε τῷ θεῷ ἀκολουθεῖ καὶ εἰς οἰκείαν ἐξουσίαν οὐδὲν παρασπᾶται. Θέλεις δὲ μαθεῖν ὅτι ὁ δίκαιος οὐδὲν θέλει λαβεῖν παρὰ τοῦ θεοῦ, ἀλλὰ μόνῃ τῇ οἰκονομίᾳ καὶ τῇ προνοίᾳ στοιχεῖ τοῦ αὐτοῦ πατρός; Βοᾷ Δαυὶδ ἐκ τοῦ τάγματος τῶν δικαίων· Τί μοι ὑπάρχει ἐν τῷ οὐρανῷ; καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ὁρᾷς ὅτι τὸ τάγμα τῶν δικαίων οὐ βούλεται εἰς ἑαυτὸ ἁρπάσαι τὴν ἐξουσίαν τῶν κτισμάτων· ἀλλ’ ὑπὸ τὴν τοῦ πατρὸς πρόνοιαν θέλει κεῖσθαι τὰ τῆς οἰκονομίας. Ὁ δὲ νεώτερος λαβὼν τὴν πατρικὴν οὐσίαν ἀπεδήμησεν εἰς χώραν μακράν οὐ τόποις διειργομένην, ἀλλὰ τρόπος ἀπεσχοινισμένην. Ὁ γὰρ ἁμαρτάνων θεοῦ μακράν ἐστιν, ἀδελφοί, οὐ τόπῳ ἀλλὰ τρόπῳ, κατὰ τὸ εἰρημένον ὅτι Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται . Λαβὼν δὲ τὴν οὐσίαν τὴν πατρικὴν ἐσκόρπισεν αὐτὴν ἀσώτως ζῶν ἐν αὐτῇ· Ἣν παρέλαβεν δημιουργίαν τῇ ἁμαρτίαν ἐμόλυνεν. Ἔλαβε τὸν ἥλιον εἰς ἀπόλαυσιν καὶ τὸ δῶρον ὡς θεὸν προσεκύνησεν· ἔλαβε πηγὰς εἰς τρυφὴν καὶ τὸ δῶρον θεὸν ἐνόμισεν. Ἠγνοήθη ὁ χαρισάμενος καὶ ἐτιμήθη τὰ χαρίσματα, ὡς ἀποδυσπετεῖ βοῶν ὁ Παῦλος· Καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα . Ἡ αὐτὴ κρίσις, ἡ αὐτὴ πατρικὴ οὐσία. Καὶ ὁ μὲν καλῶς αὐτῇ ἐχρήσατο, ὁ δὲ κακῶς. Τάγμα τοῦτο κἀκεῖνο καλῶς καὶ ἐναντίως. Ὁ εὐσεβὴς ὁρᾷ τὸ κάλλος τοῦ οὐρανοῦ καὶ ἀπὸ τοῦ κάλλους τὸν γενεσιουργὸν ἐννοεῖ· Ὄψομαι γάρ φησι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου. Εἶδε τὸ κάλλος καὶ εὐχαρίστησε τῷ τοιοῦτον κάλλος ἐργασαμένῳ· εἶδε τὸν κόσμον καὶ εὐφήμησε τὸν κοσμήσαντα. Ὁ γὰρ εὐσεβὴς τὴν μὲν κτίσιν ἐπαινεῖ, τὸν δὲ κτίστην προσκυνεῖ. Οἱ εὐσεβεῖς ὅταν φεύγωσι τὴν προσκύνησιν τῶν φαινομένων, οὐ τὴν κτίσιν ὑβρίζουσιν, ἀλλὰ τῷ δεσπότῃ τὴν τιμὴν ἀπονέμουσιν. Οὐ μισεῖ πιστὸς ἥλιον, ἐπειδὴ μὴ σέβει τὸ φῶς μετὰ τῶν ἀσεβῶν, ἀλλὰ μέτρον ἐπιτίθησι τῇ τιμῇ. Καὶ τιμᾷ καὶ ἀγαπᾷ ὡς θεοῦ δῶρα τὰ φαινόμενα. Θέλεις ἰδεῖν πῶς ὁρᾷ ὁ εὐσεβὴς καὶ θαυμάζει τὸ κάλλος καὶ τὴν προσκύνησιν τῷ κτίστῃ ταμιεύεται; Λέγει τις τῶν σοφῶν –τῶν κατὰ τὴν εὐσέβειαν λέγω σοφῶν –· Ἥλιος ἐλάμπων ἐν ὑψίστοις κυρίου, σκεῦος θαυμαστόν, ἔργον ἰσχυρόν, ἀκτῖνας πυροειδεῖς ἐκφυσῶν, καταλάμπων τὸν οὐρανόν. Καὶ τί εὐθέως; Μέγας ὁ κύριος ὁ ποιήσας αὐτόν . Καὶ τὸ κάλλος ἐκήρυξε καὶ τὸν τεχνίτην οὐκ ἔκρυψεν. Ὁ δὲ ἀσεβὴς κακῶς εἶδε τοὺς οὐρανοὺς διηγουμένους δόξαν θεοῦ, οὐ λόγοις, ἀλλὰ τῷ κάλλει τῆς δημιουργίας. Οὐ γὰρ φωνήν ποτε ἔρρηξεν ὁ οὐρανός, ἀλλὰ φωνῆς ἐνεργεστέραν ἀφίησι μαρτυρίαν διὰ τῆς εὐπρεπείας. Καὶ σιωπῶν ὁ οὐρανὸς διηγεῖται δόξαν θεοῦ; Πάνυ μὲν οὖν. Τὰ σὰ γράμματα σιωπῶντα λαλεῖ· Στοιχεῖα δὲ θεοῦ σιωπῶντα οὐ φθέγγεται; Ἔλαβες γὰρ τὸ γεῦμα τῆς εὐσεβείας· ἀπὸ τοῦ γεύματος τὸ πᾶν λάμβανε τῆς ἀληθείας. Ἐξέτασον τὸ μέρος τοῦ ἀσεβοῦς, πῶς ἀπὸ τῶν αὐτῶν προσκόπτει, ἀφ’ ὧν ὁ δίκαιος δικαιοῦται. Ὁρᾷ σελήνην, καὶ προσκυνεῖ· ὁρᾷ τὰ ἄστρα, καὶ σέβει· ὁρᾷ τὴν θάλασσαν, καὶ θεοποιεῖ. Οἱ ἐπὶ τῆς Βαβυλωνίας καμίνου, οἱ ἐν αὐτῇ εἰσελθόντες, μετὰ τῆς σωτηρίου καὶ καλῆς ὁμολογίας ὕμνουν τὸν θεὸν διὰ τῶν ἔργων, λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον . Ἀρκεῖ μὲν οὖν ταύτην εἰπόντας τὴν φωνὴν παῦσαι τὸν ὕμνον. Οὐ γὰρ τῷ μήκει τῶν ὕμνων, ἀλλὰ τῇ προθέσει τῶν ὑμνούντων θεὸς ἐπαναπαύεται. Διὰ τοῦ τοίνυν εἰπεῖν Πάντα τὰ ἔργα ,πάντα περιελαμβάνετο καὶ οὐ χρεία ἦν ἑτέρας προσθήκης. Ἀλλ’ ἐπειδὴ οὐχ ἑαυτοῖς ἐκήρυττον, τὸν δὲ θεὸν ὕμνουν καὶ διὰ τοῦ ὕμνου τοὺς παρεστῶτας Χαλδαίους ἐπαίδευον, ἀναγκαίως διὰ πάσης αὐτῆς ὁδεύει τῆς κτίσεως ὁ ὕμνος, ἵνα μάθωσιν οἱ πεπλανημένοι Χαλδαῖοι, τί τὸ ὑμνούμενον καὶ τίνα τὰ ὑμνοῦντα.