Ancient Greek
Section 3
Severianus Gabalensis, In filium prodigum 3
Not analysed yet
Τί οὖν ἐνταῦθα ὑποτίθεται ἡ πηγὴ τῆς σοφίας; Τὸ πρῶτον τάγμα τῶν δικαίων καὶ τὸ δεύτερον τάγμα τῶν ἐκ μετανοίας δικαιουμένων· τῶν μὲν ἀπ’ ἀρχῆς τὸ δίκαιον τιμώντων, τῶν δὲ ἐκ μετανοίας εἰς τὸ δίκαιον ἐπαναγομένων. Ἄνθρωπός τις εἶχε δύο υἱούς ,οὓς, εἰ καὶ ἡ προαίρεσις ἔτεμε τὸν ἀσεβῆ ἀπὸ τοῦ εὐσεβοῦς, ἀλλ’ ἡ ἀλήθεια ἓν οἶδε πλάσμα τοῦ δημιουργοῦ τοὺς πάντας καὶ πάντες υἱοὶ θεοῦ, εἰ καὶ τῇ διανοίᾳ τῇ πονηρᾷ ἀποσχοινίζονται τῆς ἑαυτῶν ἀξίας. Ὅθεν ὁ θεὸς, ἂν ἡμεῖς διὰ πονηρῶν ἐπιθυμιῶν ἀποστῶμεν τῆς εὐσεβείας, αὐτὸς οὐκ ἀρνεῖται τὴν οἰκειότητα ἀλλὰ καὶ τοὺς ἀφηνιῶντας πατρῴαν φωνὴ ἀφίησιν· Ἐπιστράφητε πρός με, υἱοὶ ἀφεστηκότες, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς . Ὁρᾷς ὅτι ἂν ἐφεστῶσα ἡ διάνοια τοῦ ἁμαρτάνοντος, ὁ θεὸς οὐκ ἀπαξιοῖ υἱοὺς καλεῖν τοὺς ἀφεστηκότας; Ἰδίαν γὰρ οἶδε τὴν πλάσιν καὶ οὐκ ἀπαρνεῖται τὴν ἰδίαν εὐεργεσίαν.