Ancient Greek
Section 5
Severianus Gabalensis, In filium prodigum 5
Not analysed yet
Ἀλλ’ ἐπειδὴ εἰς πολλὴν θεωρίαν ὁ λόγος ἡμᾶς ἐνέβαλεν, ἐκεῖνο τέως ἀφέντες, εἰς τὸ προκείμενον ἐπανέλθωμεν Ἀπεδήμησεν εἰς χώραν μακρὰν ὁ νεώτερος υἱὸς καὶ ἐδαπάνησε κακῶς τὴν οὐσίαν καὶ ἤρξατο ὑστερεῖσθαι. Πλούσιοι γὰρ ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Κύριος γὰρ οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ . Ἤρξατο ὑστερεῖσθαι. Καὶ προσῆθεν ἑνὶ τῶν ἀρχόντων τῆς χώρας ἐκείνης καὶ ἔπεμψεν αὐτὸν ἐκεῖνος βόσκειν χοίρους . Βλέπετε ὅσον ὕψος τῆς ἀρχαίας εὐγενείας· ὅση ταπείνωσις τοῦ ἀποσχοινισθέντος τῆς εὐσεβείας. Ἐδόθη βόσκειν χοίρους, τουτέστιν, ἡδοναῖς καὶ ἁμαρτίαις ἐμφύρεσθαι. Ὁ γάρ ἐστι βόρβορος χοίροις, τοῦτο ἁμαρτία τοῖς ἐμφυρομένοις. Διὰ τοῦτο ὁ σωτὴρ τοὺς ἐν ἀκαθαρσίᾳ ζῶντας καὶ βορβόρου δίκην ταῖς ἁμαρτίαις ἐμφυρομένους αἰνιττόμενος ἔλεγε· Μὴ δῶτε τὰ ἅγια τοῖς κυσί, μηδὲ βάλλετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροθεν τῶν χοίρων. Ἔβοσκε χοίρους.