Ancient Greek
Section 7
Severianus Gabalensis, In filium prodigum 7
Not analysed yet
Εἰς ἑαυτὸν δὲ ἐλθών. Καλὸν τὸ Εἰς ἑαυτὸν . Ὅταν γὰρ ἁμαρτάνωμεν, ἐκτὸς αὐτῶν ἐσμεν, παραφρονοῦμεν, ἔξω τῶν οἰκείων λογισμῶν φερόμεθα. Ὅταν δὲ δικαίως προάγωμεν, εἰς ἑαυτοὺς ἐπανερχόμεθα. Εἰς ἑαυτὸν ἐλθών ,εἶπεν. Ἐνταῦθα πρόσεχε ἀκριβῶς, πῶς ἀληθεύει ὁ προειρημένος λόγος, ὅτι ἰατροὶ μὲν φάρμακα ὑποτίθενται ξένα καὶ ἀλλότρια· τὰ δὲ φάρμακα τῆς ζωῆς ἡμῶν ἐξ ἑαυτῶν ἔχομεν. Εἰς ἑαυτὸν ἐλθών. Οὐκ ἀλλοτρίῳ ἐχρήσατο φαρμάκῳ, ἀλλὰ τοῖς οἰκείοις, τοῖς ἀπὸ φύσεως πλεονεκτήμασι, τούτοις κέχρηται εἰς σωτηρίαν καὶ λέγει· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων· ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι; Υἱοὺς μὲν καλεῖ ἡ θεία γραφὴ τοὺς πάντη τῇ δικαιοσύνῃ καὶ εὐσεβείᾳ ἀνακειμένους· μισθίους δὲ τοὺς μὴ ὁλόκληρον ἔχοντας πρὸς αὐτὸν διάθεσιν, μηδὲ κατὰ τὴν τῆς πολιτείας ἄσκησιν πάντη τὰ τοῦ θεοῦ φρονοῦντας, ἀλλὰ συνιέντες μὲν τὸ καλὸν καὶ ἀγαπῶντας τὸν λόγον, μὴ ὁλόκληρον δὲ τὴν διάνοιαν ἀναθέντας ἐπ’ αὐτόν. Καὶ τούτοις μὲν ὁλόκληρον ἔχουσι τὸν πόθον, ὅλως δὲ τῇ εὐσεβείᾳ προσανέχουσι ὁ θεὸς μισθὸν δίδωσι κατὰ τὴν τῆς προθέσεως ἀναλογίαν. Εἰκότως οὖν ἐκεῖνος· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων· ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι; Ὑποστρέψω πρὸς τὸν πατέρα μου· ὑποστρέψω κατὰ τὸν λέγοντα· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου.