Ancient Greek
Section 6
Severianus Gabalensis, In filium prodigum 6
Not analysed yet
Ἐπεθύμει δὲ χορτασθῆναι ἀπὸ τῶν κερατίων, ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ . Πρόσεχε ἐνταῦθα ἀκριβῶς. Ὁ ἀποσχοινιζόμενος τῆς εὐσεβείας, οὐδὲ αὐτῶν ἔχει τῶν ἡδονῶν τὴν ἀπόλαυσιν, ἀλλ’ ἐνδείᾳ ὑποβάλλεται καὶ πτωχείᾳ καταδικάζεται, ὥστε μηδὲ τῶν αἱρεθέντων κακῶν ἔχειν τὴν ἀφθονίαν. Ὁ γὰρ ἄφρων φησὶ ἐν ἐνδείᾳ τελευτήσει . Ἀπεικάζει τοίνυν τὰς ἐν τῷ κόσμῳ ἡδονὰς κερατίοις. Τὸ γὰρ κεράτιον πολλὴν μὲν ἔχει τραχύτητα, μικράν δὲ τὴν ἡδύτητα. Καὶ τὰ ἐν τῷ κόσμῳ φαιδρὰ καὶ ποθεινὰ πολλοὺς μὲν ἔχει τοὺς πόνους, μικρὰν δὲ τὴν ἀπόλαυσιν. Αὐτὴ πᾶσα ἡ ζωὴ ἡμῶν πλείονι κόπῳ μᾶλλον ἢ εὐφροσύνῃ συνέζευκται. Αἱ ἡμέραι γὰρ τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Τὸ δὲ λοιπὸν ἡ ἔδεια αὐτὸν ἐπαιδαγώγησε καὶ ἡ θλίψις ἐπέστρεψε. Παιδεύσει σε ἡ ἀποστασία σου καὶ ἡ κακία σου ἐλέγξει σε.