Ancient Greek · ~5 min
Section 1
Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia 1
Not analysed yet
Χθὲς ἡμῖν, ἀδελφοί, ὁ περὶ τῆς ἀτελευτήτου βασιλείας τοῦ Χριστοῦ λόγος ἐγένετο, τοῦ ἡμετέρου λόγου ἐν ἀκμῇ μὲν γενομένου τῆς ἀκροάσεως, ἀρκοῦσαν δὲ δεδωκότος τοῖς ἀκροαταῖς τὴν ἀπόδειξιν. Ἀρκοῦσαν δὲ λέγω οὐ πρὸς τὴν ἀξίαν τοῦ κηρυττομένου, ἀλλὰ πρὸς τὴν δύναμιν τοῦ κηρύττοντος. Οὐδὲν γὰρ ἔστι τοιοῦτον οὔτε ἐπὶ γῆς οὔτε ἐν οὐρανῷ, ὃ δύναται ἐπαξίως τὴν πολυΰμνητον ὑμνῆσαι τοῦ μονογενοῦς ἀξίαν· πολλὰ γὰρ τοῖς προφήταις προαναπεφώνηται περὶ τῆς τοῦ κυρίου θεοφανείας, πολλὰ τῷ νόμῳ τεθέσπισται, πολλὰ τοῖς ἀποστόλοις κεκήρυκται, πολλὰ τοῖς εὐαγγελισταῖς διηγόρευται, καὶ τῆς ἀξίας οὐδεὶς ἐφικέσθαι δεδύνηται. Εἰ δὲ τοσοῦτοι τοῦ ἁγίου πνεύματος ποταμοὶ ἀένναα καὶ καθαρὰ τὰ ῥεῖθρα ἔχοντες ἐκένωσαν μὲν τὴν δύναμιν τὴν ἀνθρωπίνην, ἐπάξιον δὲ τῆς θείας δυνάμεως οὐδὲν ἐφθέγξαντο, ποῦ φανήσεται βραχυτάτη λόγου ψεκὰς τοσαύτης ἀξίας λόγου προκειμένης; Οὐ δύναται θνητὴ γλῶσσα ἐπαξίως ἀθάνατον ἀνυμνεῖν φύσιν, οὐ χωρεῖ λόγος ἀνθρώπων τὸν κοσμοποιὸν ἐπαξίως ἀνυμνῆσαι τοῦ θεοῦ λόγον. Τί οὖν· Κηρύττομεν ὅσον ἰσχύομεν, ἐπειδὴ ὅσον ὀφείλομεν οὐκ ἐπαρκοῦμεν. Ἐπὶ μὲν οὖν τῶν ἄλλων ἀγώνων οἱ μὲν νικῶντες τοὺς στεφάνους κομίζονται, ἐπὶ δὲ τῶν περὶ θεολογίας πόνων οἱ μὲν ὁμολογοῦντες ἡττᾶσθαι τοὺς στεφάνους τῆς εὐγνωμοσύνης κομίζονται· ἡττηθῶμεν τοίνυν εἰπόντες καὶ μὴ κατακριθῶμεν σιωπήσαντες.