Ancient Greek · ~8 min
Section 2
Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia 2
Not analysed yet
Ἀλλ’ ἐπειδή, τὸ μὲν γὰρ ἀτελεύτητον, φησίν, ἐδείχθη τῆς βασιλείας, ὅτι παραδίδωσι τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, τουτέστι τὴν οἰκουμένην τήν ποτε βασιλευθεῖσαν τῇ ἁμαρτίᾳ, ὕστερον δὲ βασιλευομένην ὑπὸ τῆς χάριτος, καταλέλειπται δὲ ἀνεξέταστα τὸ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα ,ἀναγκαῖον εἰπεῖν τὰ δυνατά, ἵνα μὴ ἡ ἡμετέρα σιωπὴ ὄλισθον κατασκευάσῃ τοῖς ἀγνώμοσιν. Εἰδέναι δὲ δεῖ πάντας ὑμᾶς, ἀδελφοί, ὅτι ἡμεῖς οὐχ ἑκόντες παραλελοίπαμεν, ἀλλ’ ὡς ἐντελῆ τὸν λόγον καὶ ἐξητασμένον παραδεδωκότες, ἀπὸ τῶν προλαβόντων ἐνομίσαμεν σεσαφηνῖσθαι καὶ τὸ ὑπολιμπανόμενον. Εἷς γὰρ σκοπὸς καὶ εἷς λόγος ὁ καὶ τὰ προλαβόντα λύων καὶ τὰ προκείμενα σαφηνίζων κατ’ οἰκονομίαν τῷ ἀποστόλῳ ταῦτα λελέχθαι. Καὶ ὥσπερ ἐκεῖ τὸ παραδιδόναι τὴν βασιλείαν τῷ θεῷ καὶ πατρὶ πρὸς τὴν τοῦ κηρύγματος δύναμιν οὐ συμφωνεῖ, ἀλλ’ ἡ λέξις ἐπιπολαίως εἰσάγεται διὰ τὴν ἀσθένειαν τῶν τὴν πολύθεον πλάνην ἐπανῃρημένων –γάλα γὰρ ὑμᾶς ἐπότισα, οὐ βρῶμα –,οὕτω καὶ νῦν τῷ αὐτῷ λόγῳ καὶ τοῦτο λέγεται. Πανταχοῦ γὰρ τῷ ἀποστόλῳ σκοπὸς δεῖξαι οὐδαμοῦ διαστασιάζουσαν τὴν θείαν φύσιν πρὸς ἑαυτὴν οὐδὲ τὸν υἱὸν ἀντιστατοῦντα τῷ πατρὶ κατὰ τὴν ἀσεβῆ τῶν Ἰουδαίων ὑπόληψιν. Ἔλεγον γὰρ ὅτι Οὗτος οὐκ ἔστι παρὰ τοῦ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ . Μίαν οὖν εἰσάγει φύσιν ἀστασίαστον, μίαν ὁμόνοιαν, ἕνα λόγον, ἓν θέλημα, μίαν ἐξουσίαν, ἕνα θεὸν ἐν πᾶσιν, ἵνα τῆς πολυθέου πλάνης ἐκτέμῃ τὰ βλαστήματα. Ἀπεδείξαμεν γάρ, ὡς μέμνηνται οἱ φιλόπονοι τῶν ἀκροατῶν, ὅτι ὁ αὐτὸς λόγος ὁ τῷ πατρὶ τὴν ἀξίαν προσμαρτυρήσας ταῖς αὐταῖς λέξεσι καὶ ταῖς συλλαβαῖς τὴν ἀξίαν κηρύττει τοῦ Χριστοῦ· καὶ ὥσπερ ἐκεῖ εἶπεν· Ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν ,οὕτως καὶ ἐπὶ τοῦ μονογενοῦς· Ἀλλὰ τὰ πάντα ἐν πᾶσι Χριστός . Τί οὖν βούλεται τὸ Ὑποταγήσεται ; Φάρμακον κατασκευάζει τῆς Ἑλληνικῆς νόσου· οὐ δόγμα ἐκκλησιαστικὸν εἰσάγει, ἀλλ’ ὑπόνοιαν ἑλληνικὴν ἐκβάλλει. Εἰ δὲ δεῖ ἀπολύτῳ χρήσασθαι λόγῳ, ὑποταγὴν λέγει τοῦ Χριστοῦ γινομένην τὴν διὰ τῆς ἐκκλησίας. Ὅταν γὰρ ἡ ἐκκλησία ὑποταγῇ μηδὲν νόθον ἔχουσα μηδὲ κίβδηλον ,ἀλλ’ εἰλικρινῆ καὶ ἄνοθον προσφέρουσα τῷ θεῷ τὴν διάθεσιν, τότε αὐτῷ γνησίως ὑποταγήσεται.