Ancient Greek
Section 11
Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia 11
Not analysed yet
Καὶ ἵνα ἀκριβῆ λάβῃς καὶ ἐξητασμένον εὐσεβείας λόγον, ἐννόησον, ὡς ὁ μακάριος Δαυὶδ ὑμνοῦντα τὸν χορὸν τῆς κτίσεως εἰσάγων φησίν· Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις καὶ τὰ ἑξῆς, ἄγγελοι, δυνάμεις, οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Μὴ ἐμνημόνευσε πνεύματος; Μὴ τὴν ἄκτιστον φύσιν τῇ κτίσει συγκατηρίθμησεν; Οἱ τρεῖς παῖδες οἱ περὶ τὸν Ἀνανίαν ἐν τῇ καμίνῳ εἰσήγαγον καὶ αὐτοὶ τὴν χοροστασίαν τῆς κτίσεως, Ὑμνεῖτε λέγοντες ἄγγελοι κυρίου, οὐρανοὶ κυρίου, δυνάμεις κυρίου, ἥλιος καὶ σελήνη καὶ τὰ ἑξῆς. Μὴ τοῦ ἁγίου πνεύματος ἐμνήσθησαν; Μὴ τῇ κτίσει τὸν ἄκτιστον συγκατηρίθμησαν; Ὁ Παῦλος πάλιν μερίζων τὰ ἀόρατα ἀπὸ τῶν ὁρωμένων λέγει που διδάσκων· Ὅτι ἐν Χριστῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα ,καὶ εὐθέως ἀριθμεῖται τὰ ἀόρατα λέγων· Εἴτε θρόνοι, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε κυριότητες. Ἐπειδὴ γὰρ τὰ μὲν ὁρώμενα ἅπαντα ὡμολογημένην ἔχει τὴν δουλείαν, ἐν δὲ τοῖς ἀοράτοις ἀγγέλοις καὶ δυνάμεσι καὶ πνεῦμα ἅγιον καὶ υἱὸς καὶ πατήρ, ἵνα μὴ ἀγνοίᾳ τῆς τῶν οὐρανῶν διακοσμήσεως ὑπὸ ζυγὸν δουλείας ἑλκύσῃς τὸ δεσποτικὸν ἀξίωμα τοῦ θείου πνεύματος, τὰ μὲν ὁρώμενα οὐ διαιρεῖ οὐδὲ λέγει· Εἴτε ἥλιος, εἴτε σελήνη, εἴτε ἄστρα, πάντα δοῦλα. Ταῦτα γὰρ ὁμολογουμένην ἔχει τὴν κατάστασιν, ὅτι τὰ σύμπαντα δοῦλα σά· ἐπειδὴ ἐν τοῖς ἀοράτοις ἦσαν ἀρχαὶ καὶ ἄγγελοι, ἦν δὲ ἀόρατον καὶ τὸ προσκυνητὸν πνεῦμα, ἵνα μή τις αὐτὸ συμπεριλάβῃ τοῖς ἀοράτοις, ἀπαριθμεῖται τὰ πάντα ἄνω, ἵνα ἐκβάλῃ τοῦ οἰκετικοῦ τάγματος τὸν κύριον, ἀπαριθμεῖται τὰ προσκυνοῦντα, ἵνα ἀφορίσῃ τὸ προσκυνούμενον, εἴτε θρόνοι, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι · οὐκ εἶπεν· Εἴτε πνεῦμα.