Ancient Greek · ~4 min
Section 12
Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia 12
Not analysed yet
Ἀλλ’ ἔλθωμεν εἰς τὸ προκείμενον. Ἐὰν θέλῃς, κύριε, δύνασαί με καθαρίσαι. Εἶδεν ὁ λεπρὸς τὴν πηγάζουσαν εὐεργεσίαν, εἶδε βρύουσαν τὴν σωτηρίαν, εἶδε πολλοὺς κακῶς ἔχοντας καὶ δαιμονιζομένους περιεστοιχισμένους τὴν πηγὴν τῆς σωτηρίας καὶ ἀποτίθεται τὸν μερισμὸν τῆς διανοίας ὁ λεπρὸς μὲν τὸ σῶμα, καθαρὸς δὲ τῇ ψυχῇ. Οὐ γὰρ μεμέριστο ἡ ψυχὴ χρώμασι διαφόροις. Ὥσπερ γὰρ ἀηδὴς ἡ λέπρα ἐν σώματι μερίζουσα τὴν χρόαν, οὕτω ἀηδὴς ἐν ψυχῇ διπλῆ καρδία μεριζομένη πρὸς πίστιν καὶ ἀπιστίαν· ὅσην φέρει ἀηδίαν ὄψει ἡ λέπρα ὀφθαλμοῖς ἀνθρώπων, τοσαύτην φέρει ἀηδίαν ὀφθαλμοῖς θεοῦ μεμερισμένη ψυχή. Διὰ τοῦτό φησιν ἡ γραφή· Οὐαὶ καρδίᾳ δισσῇ καὶ ψυχῇ παρειμένῃ καὶ ἁμαρτωλῷ βαίνοντι ἐπὶ δύο τρίβους. Ἀλλ’ οὖν τοῦ προκειμένου πάλιν ἐχώμεθα. Θέλω, καθαρίσθητι. Ὢ τοῦ θαύματος. Θέλω, καθαρίσθητι. Ἔστιν, ἀδελφοί, ῥῆμα πολλάκις ἐξ αὐθεντίας, πολλάκις δὲ καὶ ἀπὸ ἀλαζονείας προφερόμενον· τὸ μὲν οὖν ἀποφθέγγεσθαι καὶ τοῦ τυχόντος, τὸ δὲ ἔργον ἀκολουθῆσαι τῇ αὐθεντίᾳ μόνου τοῦ δυναμένου. Εἰ τοίνυν εἶπε· Θέλω ,καὶ οὐκ ἠκολούθησε τὸ ἔργον, ἀλαζονεία ἦν· νῦν δὲ τῇ φωνῇ ἔργον ἠκολούθησε· καὶ τὸν λόγον μὴ δυσώπει, τὸ ἔργον αἰδέσθητι.