Ancient Greek · ~11 min
Section 15
Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia 15
Not analysed yet
Εἶτα, φησί, κἂν εὕρῃς που διῃρημένως τοιαύτας μαρτυρίας, πάλιν ὡς εἰκόνας ἀναλαμβάνεις τῆς τριάδος καὶ τῆς οἰκονομίας; Οὐ βούλει ταῦτα τὰ σημεῖα; Ἐὰν ἐγὼ λέγω, παραγράφου τὸν λόγον· εἰ δὲ θεῖον τὸ κήρυγμα, ἄκουε παρ’ ἐμοῦ. Ἀλλὰ καὶ ἄκουε μετ’ ἐμοῦ, ὅτι αἱ τρεῖς ἡμέραι ἑρμηνεύουσι τὸ πάθος τοῦ κυρίου. Ἐπεὶ περὶ τοῦ Ἀβραὰμ αὐτὸς ὁ σωτὴρ λέγει· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε καὶ ἐχάρη. Ἡμέραν ποίαν; Τοῦ θανάτου. Ὁ γὰρ ἀμνὸς ὁ παραδοθεὶς ἀπὸ τοῦ δένδρου τῷ Ἀβραὰμ εἰκόνα εἶχε τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου . Τὸ γὰρ εἰπεῖν· Εἶδε τὴν ἡμέραν ,οὐδὲν ἄλλο ποιεῖ ἢ τὸ Εἶδε τὸν θάνατον. Πόθεν τοῦτο; Καὶ ἡμεῖς πολλάκις ἐπὶ τῶν ἀνθρώπων λέγομεν· ἔφθασεν αὐτοῦ ἡ ἡμέρα, ἀντὶ τοῦ Ἡ τελευτή. Ἀλλ’ οὐκ ἔστιν ἱκανὸς συνηθείας νόμος βεβαιῶσαι τὸ λεγόμενον. Τί οὖν; Ἐπὶ τὴν γραφὴν ἔλθωμεν. Λέγει που Δαυὶδ ὁ μακάριος· Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ’ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ· ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν, ὅτι προβλέπει, ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. Ἀλλὰ ταῦτα μὲν εἰς τὸν Ἀβραάμ. Ἐπὶ δὲ τὸν Ἰωνᾶν ἐπανήξω. Πάλιν γὰρ αἱ τρεῖς ἡμέραι τοῦ Ἰωνᾶ τὸ πάθος ἑρμηνεύουσι τὸ σωτήριον. Τοῦτο πάλιν αὐτὸς ὁ σωτὴρ βοᾷ· Ὥσπερ φησὶν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτω δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ἀλλ’ ἓν πρὸς τοῖς προειρημένοις τῶν ἄλλων εἴπωμεν ἰσχυρότερον. Τῷ λαῷ τῷ προτέρῳ τρία ἦν τάγματα, ἱερωσύνη, βασιλεία, προφητεία. Ἐκτὸς οὖν τούτων τῶν τριῶν ἀρχῶν οὐκ ἦν ἄλλην ἰδεῖν ἀρχὴν ἐν Ἰουδαίοις· βασιλείαν, ἱερωσύνην, προφητείαν. Κέρας ἦν ἐλαίου, ἁγιασμοῦ. Ἓν ἦν τὸ χρίσμα, τρία δὲ τὰ δῶρα· ἓν τὸ κέρας, τρία τὰ χαρίσματα· ἔχριον γὰρ ἱερεῖς, βασιλεῖς, προφήτας. Ἀλλ’ ἐπειδή τινες ἀγνοοῦσι τὴν ὑπόθεσιν, ἵνα μὴ διὰ κενῆς ὁ λόγος τρέχων ἑαυτὸν μὲν ἀναλίσκῃ, τὸν δὲ ἀκροατὴν μηδὲν ὠφελῇ, ἄκουσον συντόμως. Κέρας ἦν ὑπὸ τῶν προφητῶν κατεχόμενον. Ἐχρίοντο δὲ ἀπὸ τοῦ κέρατος βασιλεῖς, προφῆται, ἱερεῖς, οὐ μεταβαλλομένου τοῦ χρίσματος, ἀλλὰ τῆς χάριτος διὰ τοῦ αὐτοῦ κέρατος παρεχομένης ἐχρίοντο βασιλεῖς, ἐχρίοντο ἱερεῖς, ἐχρίοντο προφῆται· ἓν τὸ χρίσμα, τρία δῶρα. Διὰ τί δὲ ἐν κέρατι ἦν τὸ χρίσμα; Ἐπειδὴ εἰκόνα εἶχε Χριστοῦ. Ἆρα οὐκ ἠδύνατο ἐν ἀργυρέῳ εἶναι σκεύει; Οὐκ ἠδύνατο ἐν χρυσῷ; Οὐκ ἠδύνατο ἐν ἄλλῃ τινὶ τῶν τιμιωτέρων ὑλῶν εἶναι τοσοῦτον δῶρον; Ἀλλ’ οὐκ ἐγένετο, ἀλλ’ ἐν κέρατι· ἐπειδήπερ, ὡς ἔφθην εἰπών, εἰκόνα εἶχε Χριστοῦ. Καὶ γὰρ ἐξανατελῶ κέρας τῷ Δαυίδ. Ὁ δὲ τῆς ἱερωσύνης καὶ τῆς βασιλείας καὶ τῆς προφητείας κύριος γένοιτο μετὰ πάντων ὑμῶν.