Ancient Greek · ~10 min
Section 14
Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia 14
Not analysed yet
Διὰ τί οὖν ὁ νόμος ἔχει δέκα ἐντολάς, ἡ δὲ χάρις ἐννέα μακαρισμούς; Ὁ ἀριθμὸς τῶν δέκα ἐντολῶν ἰσάριθμός ἐστι ταῖς πληγαῖς ταῖς κατὰ τῶν Αἰγυπτίων· δέκα πληγαὶ κατὰ Αἰγυπτίων σωφρονίζουσαι τὴν ἀλαζονείαν, δέκα ἐντολαὶ τῷ λαῷ παιδεύουσαι τὴν ἀναισθησίαν· καὶ αὐτὸ δὲ τὸ στοιχεῖον, ἀδελφοί, δι’ οὗ ὁ ἀριθμὸς τῶν δέκα γράφεται, τὸ ἰῶτα λέγω, ῥάβδου ἔχει σχῆμα καὶ τύπον. Ῥάβδος γὰρ ἦν παιδεύουσα καὶ Αἰγυπτίους καὶ τὸν λαόν. Ἰησοῦς δὲ ὁ κύριος ἡμῶν δίδωσιν ἐννέα μακαρισμοὺς ἀπὸ τριπλῆς τριάδος τρίπλοκον ἐργασάμενος τῶν μακαρισμῶν τὸν στέφανον· ἐπειδή, ἀδελφοί, ἡ προσκυνητὴ τριάς, τὸ βασιλικὸν ἀξίωμα, ἡ ἄχραντος φύσις, ἡ ἀδέσποτος δεσποτεία ἐν τῇ τριάδι τὴν δόξαν ἔχει, καὶ τὸ κήρυγμα τιμᾷ ὁ θεὸς ἐπὶ γῆς καὶ τῶν ἀρετῶν τὸν ἀριθμόν, ὅταν ἰσάριθμος ᾖ τῇ ἁγίᾳ τριάδι. Οἷόν τι λέγω· πολλοὶ πατριάρχαι· καὶ ὁ θεὸς τῶν πατριαρχῶν ἑαυτὸν λέγει θεόν· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ· οὐχ ὅτι Μωϋσέως οὐκ ἦν θεὸς ἢ ὅτι Ἰωσὴφ οὐκ ἦν θεός. Πάντων γὰρ θεὸς τῶν ἐπικαλουμένων αὐτὸν ἐν ἀληθείᾳ· ἀλλὰ τιμᾷ ὥσπερ ἐν εἰκόνι τοῖς ἐπιγείοις τὰ οὐράνια. Τρεῖς πατριάρχαι εἰς τιμὴν τριάδος· τρεῖς ἀρεταὶ εἰς τιμὴν τριάδος· Νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη. Εἰς τρία διῄρηται ἡ κτίσις, εἰς τάξιν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Εἰς τρία τέμνονται χρόνοι, εἰς τὰ παρεληλυθότα καὶ ἐνεστῶτα καὶ μέλλοντα. Καὶ ὥσπερ πολλοὶ πατριάρχαι, ἡ δὲ τριὰς ἤρκεσεν εἰς δοξολογίαν τοῦ πνεύματος, οὕτω πολλῶν ὄντων ἱερέων τριάδα ἱερέων ἐπιλέγεται· Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουήλ. Πολλοὶ βασιλεῖς, πολλοὶ ἱερεῖς, καὶ τρεῖς οἱ μνημονευόμενοι· Πλὴν γὰρ Δαυὶδ καὶ Ἐζεκίου καὶ Ἰωσίου φησὶν ἡ γραφή πάντες ἥμαρτον. Ἐν καμίνῳ τρεῖς παῖδες· μετὰ Χριστοῦ εἰς τὸ ὄρος Πέτρος, Ἰάκωβος καὶ Ἰωάννης. Πολλοὶ ἐν οὐρανῷ ἄγγελοι, καὶ τρεῖς ἐπιφαίνονται τῷ Ἀβραάμ. Πᾶσαι αἱ ἡμέραι θεοῦ, καὶ τρεῖς ὑπηρετοῦσι τῷ μυστηρίῳ Χριστοῦ· τρεῖς ποῖαι; Λάβε τὸν Ἰσαὰκ ὃν ἠγάπησας τὸν υἱόν σου τὸν μονογενῆ καὶ πορεύου εἰς ἓν τῶν ὀρέων · καὶ ἐπορεύθη Ἀβραὰμ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἵνα ὁμοῦ δείξῃ καὶ τὸ μυστήριον· Ὥσπερ γὰρ ἐκ θανάτου ζῶντα παρέλαβε τὸν Ἰσαάκ. Καὶ ὅπως, ἄκουε. Ἀφ’ οὗπερ ἐκεῖνος εἰς θυσίαν παρελήφθη, τῷ πατρὶ ἀπέθανεν· οὐ γὰρ ἡ ἀπόβασις τοῦ ἔργου, ἀλλ’ ἡ πρόθεσις κυροῖ τὸ ἐπάγγελμα. Νενέκρωτο Ἰσαὰκ τῷ πατρὶ ὅσον εἰς τὴν πρόθεσιν· τρίτη ἡμέρα, καὶ ἀπεδόθη ζῶν εἰς τύπον τῆς ἀναστάσεως. Ἠδύνατο καὶ Ἰωνᾶς ποιῆσαι ἐν τῇ θαλάσσῃ πολλὰς ἡμέρας, ἀλλ’ οὐ ποιεῖ ἢ μόνον τὰς τρεῖς, ἵνα δείξῃ τῆς ἀναστάσεως τὸ μυστήριον.