Ancient Greek
Section 5
Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia 5
Not analysed yet
Ἀλλ’ ἔστιν ἑτέρα ὁδὸς τῷ ἀγνωμονοῦντι. Τί γάρ, φησίν, ἡ ἐκκλησία γοῦν οὐχ ὑποτέτακται, ἀλλὰ τότε ὑποταγήσεται μετὰ τὴν ἀνάστασιν; Ὁ αὐτός σοι καταλέγεται πρὸς τὴν ἀντιλογίαν ἔλεγχος, αἱρετικέ. Ὁ γὰρ Χριστός, εἰπέ μοι, οὐχ ὑποτέτακται νῦν κατὰ τὸν σὸν λόγον; Τὸ γὰρ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε ὑποταγήσεται καιρὸν εἶχεν ἄν, εἰ ἐν τῷ παρόντι οὐκ ἦν ὑποτεταγμένος· εἰ δὲ κατὰ τὸν σὸν λόγον, αἱρετικέ, πάντοτέ ἐστιν ἐν ὑποταγῇ καὶ οὐδέποτε ἀνθίσταται τῷ πατρί, περιττὸν τὸ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε ὑποταγήσεται · διὰ μυρίων λέξεων προφέρεις αὐτῷ τὴν ὑποταγὴν καὶ εἰς ἕτερον καιρὸν ταμιεύῃ πάλιν δευτέραν αὐτοῦ ὑποταγήν; Ἐὰν ἀκούσῃς τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τοῦ πέμψαντός με ,εὐθέως προφέρεις τὸ κέρας τῆς ἀσεβείας καὶ λέγεις· Ὁρᾷς, ὡς ὑποτέτακται τῷ πατρί; Ἐὰν ἀκούσῃς αὐτοῦ λέγοντος· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ πατήρ μοι ἐντολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω ,εὐθέως ἐπιλαμβάνῃ τῆς λέξεως διϊσχυριζόμενος, ὡς αὐθεντίαν Χριστὸς οὐκ ἔχει, ἀλλ’ ὑποτέτακται. Ἐὰν ἀκούσῃς αὐτοῦ λέγοντος· Ἐγὼ οὐδένα κρίνω, ἔστιν ὁ ζητῶν καὶ κρίνων ,εὐθὺς ἁρπάζεις διὰ τῆς λέξεως τὴν ὑποταγήν. Διὰ πάντων τοίνυν δεικνὺς αὐτὸν ὑποτεταγμένον, τίνος ἕνεκεν ἀγνωμονοῦσαν εἰσάγεις ὑπόθεσιν καὶ λέγεις· Ἀκολουθῶ τῇ λέξει καὶ οὐ τῇ ἐννοίᾳ, ὅτι τότε ὑποταγήσεται ὁ πάντοτε ὑποτεταγμένος; Τί οὖν βούλεται ἡ ἔννοια; Πανταχοῦ σκοπὸς τῷ ἀποστόλῳ τὴν πολύθεον ἀφανίσαι πλάνην καὶ τὴν στάσιν τῆς ἀστάτου φύσεως ἐκβαλεῖν καὶ τὴν ὑπόνοιαν τῶν κακῶς νοούντων ἐξορίζειν. Δείκνυσι τοίνυν ὑποταγὴν οὐ βεβιασμένην, οὐκ ἠναγκασμένην, οὐ δουλοπρεποῦσαν, ἀλλὰ τὴν ὁμόνοιαν τῆς ἀξίας ἁρμόζουσαν.