Ancient Greek
Section 6
Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia 6.1
Not analysed yet
Ἀλλὰ μηδέν σε, ἀδελφέ, ἐπιλάβῃ τῶν προειρημένων ὅτι Ἀπ’ ἐμαυτοῦ τοῦτο οὐ λαλῶ, ἐντολήν μοι δέδωκεν ὁ πατήρ, τί εἴπω καὶ τί λαλήσω. Φοβοῦμαι, μὴ τὰ κατὰ τῶν αἱρετικῶν ἀγωνιστικῶς λεγόμενα εἰς δόγμα ἐκλάβῃς ἐκκλησιαστικὸν παραγραψάμενος τὴν ἔννοιαν τοῦ κηρύγματος. Ὥσπερ ὁ λόγος ἡμῖν τῇ προτέρᾳ διϊσχυρίζετο περὶ τῆς ἀποστολικῆς ἐννοίας ἀπολογούμενος, ὅτι οὐ πάντα δογματικῶς κηρύττουσιν οἱ ἀπόστολοι, ἀλλὰ τὰ μὲν δογματικῶς, τὰ δὲ οἰκονομικῶς ὑποτίθενται, οὕτως εὑρίσκω καὶ αὐτὴν τὴν πηγὴν τῆς ἀληθείας τὸν δεσπότην τῶν ἀποστόλων καὶ προφητῶν οὐ πρὸς τὴν ἀξίαν τὴν ἑαυτοῦ δογματικῶς φθεγγόμενον, ἀλλ’ οἰκονομικῶς πρὸς τὴν ἀσθένειαν τοῦ λαοῦ συγκατιόντα. Ἆρα γάρ, εἰπέ μοι ἀδελφέ, ὅταν λέγῃ ὁ τῆς ἀληθείας δεσπότης· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής ,ἀκολουθήσω τῇ λέξει; ἀκολουθήσω τῷ ῥήματι; Ὑβρίσω τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν; Ἀλλ’ οὐδὲ βουλομένῳ μοι ἀγνωμονεῖν συγχωρεῖ μοι ὁ δεσπότης· ἀποκλείσει γάρ μου τὴν κακὴν ἔννοιαν, ἐὰν κακῶς ἀκολουθήσω τῇ λέξει, κἀμοῦ τῆς φωνῆς ἐπιλαμβάνεται ὡς ἄλλως θεολογούσης τὰ ἅγια, ὡς ἁπλῶς συγχεούσης καὶ ὑβριζούσης τὴν ἀξίαν· ἐπειδή φησι συγκατέβην τοῖς Ἰουδαίοις καὶ εἶπον ὅτι Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής ,ἥρπασας τὴν λέξιν εἰς βλασφημίαν; Οὐκ ἤκουσάς μου ἀλλαχοῦ λέγοντος· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν ; Τί οὖν, ἀδελφοί; Ἐναντία ἑαυτῇ προφέρει ἡ ἀλήθεια; Μὴ γένοιτο. Ἀλλ’ ἑτέρως μὲν πρὸς τοὺς συντρόφους τῆς ἀληθείας, ἑτέρως δὲ πρὸς τοὺς ἀπεσχοινισμένους τῆς ἀληθείας φθέγγεται οὐκ αὐτὴ μεταβαλλομένη, ἀλλὰ πρὸς τὰς προαιρέσεις ἁρμοζομένη. Διὰ τί οὖν λέγει Ἰουδαίοις· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ πατήρ μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω ; Ἐπειδὴ ἐνόμισαν αὐτὸν ἐχθρὸν εἶναι τῷ Μωσαϊκῷ νόμῳ καὶ ὑπεναντία διατάττεσθαι τῷ πατρὶ τῷ διὰ τοῦ νόμου τὸ σάββατον τιμῶντι καὶ ἐδόκει εἰς ὄψιν ἀντιπολιτεύεσθαι ἡ νέα διαθήκη τῇ παλαιᾷ καταστάσει· βουλόμενος οὖν δεῖξαι, ὡς οὐκ ἀντιπολιτεύεται τῷ θεῷ οὐδὲ ἐναντίον κηρύττει τῷ νόμῳ, λέγει Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ –ὡς ὑμεῖς ὑπονοεῖτε –,ἀλλ’ αὐτός μοι ἐντολὴν ἔδωκεν ,ὁ παρ’ ὑμῶν προσκυνούμενος, μονονουχὶ διδάσκων αὐτούς, ὅτι ἐὰν αὐτὰ παραγράψησθε, οὐ τὴν ἐμὴν διδασκαλίαν παραγράφεσθε, ἀλλὰ τῷ παρ’ ὑμῖν ὁμολογουμένῳ θεῷ προσκρούετε· ἐπεί, ἀδελφοί, οὕτως οἰκτρῶς, οὕτως ταπεινῶς, οὕτως χαμαιπετῶς ἐκλαμβάνω τοῦ Χριστοῦ τὸν λόγον, ὡς ἐν δουλικῇ τάξει παραλαμβάνειν τὴν φωνὴν λέγουσαν· Ἀπ’ ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ πατὴρ ἐντολάς μοι δέδωκε, τί εἴπω καὶ τί λαλήσω . Ἀλλ’ ὁρᾷς, εἰς ὅσον βάθος ἀσεβείας ἔρχομαι οὕτως ὑπολαμβάνων; Ποιῶ γὰρ αὐτὸν οὐ μόνον τοῦ πατρὸς κατώτερον, ἀλλὰ καὶ τῶν ἀποστόλων ἐλάττονα· Καὶ ὅπως, ἄκουε. Παῦλος λέγει· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι. Παῦλος ἄνευ ἐπιταγῆς φθέγγεται, ὁ Χριστὸς οὐδὲν λαλεῖν ἀφ’ ἑαυτοῦ δύναται; Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι. Παύλῳ ἐπιτρέπεις καὶ ἄνευ ἐπιταγῆς γνωμοδοτεῖν, Χριστὸν δὲ ἀποκλείεις ὑπὸ ζυγὸν δουλείας καὶ τῇ λέξει ἀκολουθεῖς τῇ λεγούσῃ· Ἀπ’ ἐμαυτοῦ οὐδὲν λαλῶ ; Εἶτα οὖν, ὡς ἔφθην εἰπών, ὅτι ἄλλως τοῖς συντρόφοις τῆς ἀληθείας διαλέγεται, ἄλλως τοῖς ἀπεσχοινισμένοις, μὴ γὰρ Ἰουδαῖοι ὑπενόουν αὐτὸν εἶναι υἱὸν θεοῦ; Μὴ γὰρ Ἰουδαῖοι εἰς ἔννοιαν ἐλάμβανον θεὸν λόγον; Οὐκ ἤκουσας, οἷα περὶ αὐτοῦ φασιν; Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι τοῦ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἄνθρωπον θεοῦ οὐχ ὑπελάμβανον, καὶ ἀξίαν μονογενοῦς ἐνενόουν; Ἔλεγον γοῦν πάλιν οἱ αὐτοὶ περὶ τοῦ σωτῆρος· Οἴδαμεν, ὅτι οὗτος ἁμαρτωλός ἐστιν, ὅτι τὸ σάββατον οὐ τηρεῖ · περὶ ἁμαρτωλοῦ δόξαν ἔχοντες καὶ περὶ ἀνθρώπου ἀπεσχοινισμένου ἀληθείας, ὅλως θεότητος κἂν εἰς τὴν τυχοῦσαν φαντασίαν ἐχώρουν;