Ancient Greek
Section 7
Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia 7
Not analysed yet
Πρὸς μὲν τοὺς οὕτω διακειμένους ὑποβαίνων τῇ φωνῇ καὶ διδάσκων αὐτούς, μὴ ἀντιλέγειν τῷ φαινομένῳ σχήματι νομιζομένῳ κατ’ αὐτοὺς διεστάναι τῆς τοῦ θεοῦ βουλῆς, ἔλεγεν· Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, αὐτός μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω · πρὸς δὲ τοὺς υἱοὺς τῆς πίστεως ὅρα πῶς ἀποτίθεται τὴν ὑποπίπτουσαν φωνήν, ἐνδύεται δὲ αὐθεντίαν τῆς θεϊκῆς ἀξίας καὶ λέγει· Ἠκούσατε, ὅτι ἐρρήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ὁ ἰδὼν τὴν γυναῖκα τοῦ πλησίον εἰς τὸ ἐπιθυμῆσαι ἤδη ἥμαρτεν· ἐγὼ δὲ λέγω. Ὁρᾶς, ὅπως ὅπου πιστός, γυμνὴ αὐθεντία, ὅπου ὕποπτος ἀκροατής, ἐσχηματισμένη πρὸς οἰκονομίαν ἡ διδασκαλία;