Ancient Greek · ~7 min
Section 9
Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia 9
Not analysed yet
Ὅπου ὕποπτος ἀκροατής, ἐσχηματισμένη πρὸς οἰκονομίαν ἡ διδασκαλία, ὅπου ἀληθὴς σύντροφος τῆς εὐσεβείας, γυμνὴ ἡ αὐθεντία· πρὸς Ἰουδαίους λέγει· Ἀπ’ ἐμαυτοῦ οὐδὲν λαλῶ ,πρὸς τοὺς οἰκείους τῆς πίστεως· Ἠκούσατε, ὅτι ἐρρήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω . Τὸ Ἐγὼ τὴν αὐθεντίαν δείκνυσι τοῦ λαλοῦντος· πανταχοῦ γὰρ τὸ Ἐγὼ αὐθεντίαν μαρτυρεῖ τῷ λέγοντι, ὡς ὅταν λέγῃ· Ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι. Καὶ πάλιν πρὸς Ἰουδαίους λέγει· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ἡ γενομένη σήμερον τῶν εὐαγγελίων ἀνάγνωσις λύει τὴν ἀπορίαν τῆς αἱρετικῆς ὑπονοίας. Ὅτε γὰρ ὁ λεπρὸς αὐτῷ προσῆλθεν ἐκεῖνος ὁ τὸ σῶμα λεπρός, τὴν δὲ ψυχὴν λαμπρός, λέγει αὐτῷ· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ἐνταῦθα ζήτησον τὸν κανόνα τῶν αἱρετικῶν· ἐχρῆν τοίνυν ἀκόλουθα τῆς ἑαυτοῦ φωνῆς εἰπεῖν· Οὐ θέλω ἐγώ, θέλει ὁ πατήρ, καθαρίσθητι· οὐκ ἦλθον γὰρ ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με · οὐκ ἤκουσάς μου λέγοντος· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν ; Εἰ τοίνυν βιάζει θέλημα ὑποκείμενον ἐξουσίᾳ, κατὰ τὸν τῶν ἀσεβῶν λόγον, διὰ τί δὲ αὐθεντίαν ἀπαιτεῖς παρὰ τοῦ ὑποκειμένου τῇ τοῦ πατρὸς αὐθεντίᾳ; Ἀλλ’ οὐδὲν τούτων ὁ σωτὴρ εἶπε πρὸς τὸν γνησίως αὐτῷ προσελθόντα, ἀλλ’ ἀποδεξάμενος αὐτοῦ τὸ εἰλικρινὲς τῆς πίστεως εἰλικρινῆ καὶ γνησίαν αὐτῷ δίδωσι τὴν σωτηρίαν· προσῆλθες ἐμοὶ πιστῶς, δέχου πιστῶς τὸ φάρμακον· θελήματι τῷ ἐμῷ ἐπιγράφεις τὴν εὐεργεσίαν, ἐκ τοῦ θελήματός μου κομίζου τὴν σωτηρίαν. Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· θέλω, καθαρίσθητι. Μὴ ἕστηκε τοῖς αἱρετικοῖς τῆς ἀσεβείας ὅρος; Ὁρᾷς, ὅτι λόγῳ ὑπόκειται, ἐξ οἰκείου δὲ θελήματος αὐθεντεῖ;